CAG IV.1
ματικὴ ἡ Ἀριστάρχου φέρε εἰπεῖν· μερικὴ γὰρ ἡ Ἀριστάρχου γραμματική. αὕτη δὲ συμβέβηκε μὲν αὐτοῦ τῇ ψυχῇ, καὶ διὰ τοῦτό ἐστιν ὡς ἐν ὑποκειμένῳ τῇ ψυχῇ. καθ᾿ ὑποκειμένου δὲ οὐ λέγεται· μερικὴ γάρ ἐστι, τὸ δὲ μερικὸν ἄτομον ὂν οὐκ ἄν ῥηθείη καθ᾿ ὑποκειμένου. τοῦτο μέν οὖν τὸ παράδειγμα ψυχικοῦ συμβεβηκότος, σωματικοῦ δὲ τὸ τὶ λευχόν· ἐν ὑποκειμένῳ γάρ ἐστι τῷ σώματι, ἔστι γὰρ τὸ λευκὸν χρῶμα, ἄπαν δὲ χρῶμα ἐν σώμασι· καθ᾿ ὑποκειμένου δὲ οὐδενὸς λέγεται, οὐ γάρ ἐστι καθόλου τὸ λεοκὸν ἀλλ᾿ ἐπὶ μέρους. Ἐ. Ὅταν δὲ ἐπάγῃ ὁ Ἀριστοτέλης τὰ δέ καθ᾿ ὑποκειμένου τε λέγεται καὶ ἐν ὑποκειμένῳ ἐστί. τί σημαίνει διὰ τῆς τοιαύτης τῶν λόγων συμπλοκῆς; Ἀ. Φημὶ ὅτι βούλεται λέγειν· τὰ δὲ ἐστι καθόλου συμβεβηκότα. διὰ μὲν γὰρ τοῦ φάναι τὰ μὲν καθ᾿ ὑποκειμένου λέγεται δηλοῖ ὅτι τὰ καθόλου λέγει· τῶν γὰρ καθόλου ἦν ἐξηγητικὸς λόγος τὸ καθ᾿ ὑποκειμένου λέγεσθαι. διὰ δὲ τοῦ ἐν ὑποκειμένῳ εἶναι, ὅτι συμβεβηκότα λέγει· ταῦτα γὰρ ἦν ἐν ὑποκειμένῳ. λέγει τοίνυν ὅτι τὰ δὲ ἐστι καθόλου συμβεβηκότα. Ἐ. Δὸς οὖν παράδειγμα. Ἀ. Οἷον ἡ ἐπιστήμη· ἡ γάρ ἐπιστήμη τῇ ψυχῇ συμβεβηκυῖα ὑποκείμενον αὑτῇ ἔχει τὴν ψυχήν· ὑπόκειται γὰρ τῇ ἐπιστιήμῃ ἡ ψυκή. καθολικὴ γὰρ οὖσα κατὰ τῶν μερικωτέρων ἐπιστημῶν λέμεται οἷον κατὰ τῆς γραμματικῆς· γένος γάρ ἐστιν ἡ ἐπιστήμη τῆς γραμματικῆς. ἔστι δέ συμβεβηκὸς βηκὸς ἡ γραμμακτική, συμβεβηκὸς δὴ καὶ ἡ ἐπιστήμη· τὰ γὰρ τῶν συμβεβηκότων γένη καὶ εἴδη καὶ αὐτὰ συμβεβηκότα. Ἐ. Παράγων τοίνυν καὶ τὸ λοιπὸν τῆς διαιρέσεως μέρος ὁποῖον εἶναι λέγει; Ἀ. Λέγε ποῖον. Ἐ. Τὰ δὲ οὔτε ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ᾿ ὑποκειμένου λέγεται. Ἀ. Φημὶ ὄτι διὰ τούτου τοῦ λόγου φησί· τὰ δέ ἐστιν ἄτομοι οὐσίαι· διὰ μὲν γὰρ τοῦ φάναι οὐχ ἐν ὑποκειμένῳ ἔφη οὐσίας εἶναι, διὰ δὲ τοῦ οὐ καθ᾿ ὑποκειμένου λἐυεσθαι ἔφη ἀτόμους εἶναι. Ἐ. Δὸς οὖν παράδειγμα. Ἀ. Οἷον ὁ τὶς ἵππος, ὡς Ἀλεξάνδρου Βουκέφαλος ἐλέγετο, καὶ ὁ τὶς ἄνθρωπος οἷον Σωκράτης· οὐδὲν γὰρ τῶν τοιούτων οὔτε ἐν ὑποκειμένῳ ἐστίν, οὐ γάρ ἐστι συμβεβηκός ἀλλ᾿ οὐσία, οὔτε καθ᾿ ὑποκειμένου λέγεται, οὐ γὰρ λέγεται καθόλου ἀλλ᾿ ἐπὶ μέρους. ταῦτα ἐπήγαγε διδάξαι θέλων τοὺς