Skip to content

Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · p. 73

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Porph.InCat.p73

Tap a number or a passage to select it.

CAG IV.1

εἶναι καὶ μὴ ἐχόντων ἄλλα πρὸ ἑαυτῶν ἕτερα γένη· οὔτε γὰρ τῆς οὐσίας εἴη ἄν τι ἐπαναβεβηκὸς γένος ἄλλο οὔτε τοῦ συμβεβηκότος. Ἐ. Πῶς οὖν ὑπογραφικοὺς ἀποδέδωκεν λόγους, δεῖξον. Ἀ. Δύο λαβὼν τό τε ἐν ὑποκειμένῳ εἶναι καὶ τὸ καθ᾿ ὑποκειμένου λέγεσθαι καὶ δύο τούτων ποιήσας ἀποφάσεις τήν τε μὴ ἐν ὑποκειμένῳ εἶναι καὶ τὴν καθ᾿ ὑποκειμένου μὴ λέγεσθαι ἐφήρμοσεν τοὺς τέσσαρας τούτους λόγους ταῖς ἁπλαῖς καὶ ἀσυνθέτοις τῆς διαιρέσεως ἐπινοίαις. Ἐ. Τί ἐστιν ὃ λέγεις ταῖς ἁπλαῖς καὶ ἀσυνθέτοις τῆς διαιρέσεως ἐπινοίαις; Ἀ. Λέγω ὅτι ἁπλαῖ <καὶ> ἀσύνθετοι ἐπίνοιαι ἐν διαιρέσει τοιαύτῃ ληφθεῖεν ἄν· τῶν ὄντων τὰ μὲν οὐσίαι, τὰ δὲ συμβεβηκότα, τὰ δὲ καθόλου, τὰ δὲ ἐπὶ μέρους. ἁπλοῦν γάρ τι ἐλήφθη καὶ ἀσύνθετον· τό τε γὰρ τὴν οὐσίαν εἰπεῖν ἁπλῶς εἴρηται καὶ τὸ συμβεβηκὸς εἰπεῖν ἁπλοῦν εἴρηται καὶ τὸ κα θόλου εἰπεῖν ἁπλῇ λέξει εἴρηται καὶ τὸ μερικὸν ὁμοίως. συμπεπλεγμένως δέ πως ἂν εἴποις, ὄταν οὕτως εἴπω· τῶν ὄντων τὰ μὲν οὐσίαι καθόλου, συμπλέκεται γὰρ ταῖς οὐσίαις τὸ καθόλου, τὰ δὲ ἐπὶ μέρους οὐσίαι, συμπλέκεται γὰρ τῇ οὐσίᾳ τὸ ἐπὶ μέρους, τὰ δὲ συμβεβηκότα καθόλου, συμπλέκεται γὰρ τῷ συμβεβηκότι τὸ καθόλου, τὰ δὲ ἐπὶ μέρους συμβεβηκότα, συμπλέκεται γὰρ τῷ συμβεβηκότι τὸ ἐπὶ μέρους. εἰ τοίνυν δειχθείη τίνας λόγους ἐξηγητικοὺς πεποίηται τῶν ἁπλῶν καὶ συμπλέξομεν, φανερὸν γίνεται. Ἐ. Πῶς δεῖ συμπλέξαι τοὺς παραστατικοὺς τούτων λόγους, δεῖξον. Ἀ. Παραστατικὸν τοίνυν καὶ οἷον ἐννοηματικὸν ἀποδέδωκε λόγον τοῦ συμβεβηκότος, καθόσον συμβεβηκός ἐστι, τὸ ἐν ὑποκειμένῳ εἶναι. ὥστε καθάπερ ἀδιάφορον ἄνθρωπον εἰπεῖν ἢ ζῷον λογικὸν θνητόν, οὕτως ἀδιάφορον ἢ συμβεβηκὸς εἰπεῖν ἢ ἐν ὑποκειμένῶ εἶναι· εἴ τι γὰρ συμβεβηκός, ἐκεῖνο ἐν ὑποκειμένῳ ἐστί, καὶ εἴ τί ἐστιν ἐν ὑποκειμένῳ, ἐκεῖνο συμβεβηκός ἐστιν. πῶς δὲ ἐν ὑποκειμένῳ εἴρηκεν, ὕστερον δείξω. ἀλλ᾿ εἰ τὸ συμβεβηκὸς ἐν ὑποκειμένῳ ἐστίν, ἡ οὐσία ἑτέρα οὖσα τοῦ συμβεβηκότος εἴη ἂν οὐκ ἐν ὑποκειμένῳ. ὥστε εἴ τις οὐσία ἐστίν, ἐκείνη ἂν οὐκ ἐν ὑποκειμένῳ εἴη. πάλιν εἴ τί ἐστι καθόλου, ἐκεῖνο καθ᾿ ὑποκειμένου λέγεται, εἰ δέ τί ἐστιν ἐπὶ μέρους, ἐκεῖνο οὐ καθ᾿ ὑποκειμένου λέγεται. γεγόνασιν οὖν λόγοι τέσσαρες ἐξηγητικοὶ τῶν ἁπλῶν ὀνομάτων, τῆς μὲν οὐσίας τὸ ἐν ὑποκειμένῳ μὴ εἶναι, τοῦ δὲ συμβεβηκότος τὸ ἐν ὑποκειμένῳ εἶναι, καὶ τοῦ μὲν καθόλου τὸ καθ᾿ ὑποκειμένου λέγεσθαι, τοῦ δὲ ἐπὶ μέρους τὸ καθ᾿ ὑποκειμένου μὴ λέγεσθαι. ἀλλ᾿ ἐπεὶ οὐ τῶν ἁπλῶν λεγομένων πεποίηται τὴν διαίρεσιν, συνθεὶς δὲ καὶ συμπλέξας, ὥστε εἶναι τὰ μὲν καθόλου οὐσίας, τὰ δὲ καθόλου συμβεβηκότα, τὰ δὲ ἐπὶ μέρους

Source and terms: Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.