Перейти к содержанию

Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · p. 103

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: Porph.InCat.p103

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

CAG IV.1

μὲν γάρ, ὅτι τριχῇ διαστατόν, συνεχὲς δέ, ὅτι τὰ μόρια πρὸς κοινὸν ὅρον συνάπτει τὴν ἐπινοουμένην αὐτῶν μεταξὺ οἷον ἐπιφάνειαν; Ἐ. Διὰ τί οὖν ἔφης οἷον ἐπιφάνειαν; Ἀ. Ὅτι ἡ ἐπιφάνεια πέρας μὲν σώματός ἐστιν, μέρος δὲ οὔ. Ἐ. Τί γὰρ διαφέρει μέρος πέρατος; Ἀ. Ὅτι ἔκ μὲν μερῶν συνίσταται τὸ ὅλον, ἐκ δὲ περάτων οὐκ ἂν συσταίη· οὔτε γὰρ ἡ γραμμὴ ἐκ σημείων ποτὲ ἂν συσταίη, ἀλλὰ περατοῦται μὲν εἰς σημεῖον, μέρος δὲ αὐτῆς οὐκ ἔστι τὸ σημεῖον ἀλλὰ πέρας, οὔτε ἡ ἐπιφάνεια συσταίη ἂν ἐκ γραμμῶν, ἀλλὰ μέρη μὲν ἐπιφανείας ἐπιφάνειαι, περατοῦται δὲ γραμμαῖς, οὔτε μὴν σώματος μέρη αἱ ἐπιφάνειαι, ἀλλὰ μέρη μὲν σώματος σώματα, περατοῦται δὲ ἐπιφανείαις. ἡ οὖν μεταξὺ τῶν μερῶν τοῦ σώματος ἐπινοουμένη ἐπιφάνεια οὐκ ἔστι κυρίως ἐπιφάνεια ἀλλ᾿ ἐπινοίᾳ· εἰ γὰρ γένοιτο ἐνεργείᾳ, τέμνει τὸ σῶμα καὶ πέρας ἐστὶ τῶν σωμάτων. καθὸ δὲ τμηθῆναι δύναται ἐπιφανείᾳ τοῦτο, ἐὰν ἐπινοήσῃς τοῦ μὲν τινὸς μέρους οἷον πέρας τοῦ δὲ ἀρχήν, κοινὸς ὅρος ἐστὶν ἡ επιφάνεια τῶν μερῶν τοῦ σώματος, οὐκ οὐσα μέν πως, ἐπινοουμενη οε. Ἐ. Ἆρα οὖν μόνα ταῦτα συνεχῆ ποσά; Ἀ. Οὔ, ἀλλὰ καὶ παρὰ ταῦτά ἐστιν ὅ τε πόπος καὶ ὁ χρόνος. Ἐ. Πῶς ὁ τόπος ποσὸν καὶ ποσὸν τὸ συνεχές: Ἀ. Ὅτι ὁ τόπος περὶ τὸ σῶμα θεωρεῖται καὶ ἐπηκολούθησε τῷ σώματι, εἴπερ τὸ σῶμά ἐστιν σῶμα. τὸ δὲ σῶμα ᾗ σῶμα τριχῇ διαστατόν· καὶ ὁ τόπος ἄρα, ᾗ σώματός ἐστι τόπος, τριχῇ ἂν εἴη διαστατός. Ἐ. Πῶς οὖν συνεχὴς ὁ τόπος; Ἀ. Ὧι γὰρ λόγῳ τὰ τοῦ σώματος μόρια τοῦ ἐν τῷ τόπῳ τινὶ ὄντος πρός τινα κοινὸν ὅρον συνάπτει, τῷ αὐτῷ λόγῳ καὶ τὰ τοῦ τόπου μόρια, ἅπερ τὰ τοῦ σώματος μόρια κατέχει, πρός τινα κοινὸν ὅρον συνάψει καὶ πρὸς τοῦτόν γε, πρὸς ὃν καὶ τὰ τοῦ σώματος μόρια, Ἐ. Πῶς οὖν ὁ χρόνος ποσόν; Ἀ. Ποσὸν μέν, ὅτι ἐν διαστήματι θεωρεῖται καὶ καταμετρεῖται ποσῷ δή τινι ἀριθμῷ, οἷον ὡρῶν, ἡμερῶν τε καὶ νυκτῶν, μηνῶν τε καὶ ἐνιαυτῶν. συνεχὲς δὲ ποσόν· συνδεῖ γὰρ τὸ παρεληλυθὸς εἶναι τῷ μέλλοντι τὸ νῦν, ὅπερ ἀρχὴ μέν ἐστι τοῦ μέλλοντος, τφέλος δὲ τοῦ παρεληλυθότος. Ἐ. Πῶς οὖν ταῦτα ὁ Ἀριστοτέλης ἐξέθετο; Ἀ. Ἐφεξῆς μὲν γραμμὴν λαβὼν καὶ ἐπιφάνειαν καὶ σῶμα, ἐπὶ τούτοις δὲ εἰπῶν ἔτι δὲ παρὰ ταῦτα χρόνος καὶ τόπος. Ἐ. Διὰ τί οὖν οὕτως ἐξέθετο; ’A. Ὅτι γραμμὴ μὲν καὶ ἐπιφάνεια ἥνωταί πως τῷ σώματι· ὅρος

Источник и условия: Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.