Skip to content

Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · p. 110

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Porph.InCat.p110

Tap a number or a passage to select it.

CAG IV.1

μέγα φήσει τις εἶναι αὐτό. ὁμοίως δὲ καὶ τὰ λοιπὰ τὰ τρία· τί γὰρ ὁριστόν ἐστι νοῆσαι ἐκ τοῦ ἀκοῦσαι μέγα ἢ μικρὸν ἢ τολὺ ἢ ἀλίγον, οὐκ ἔστιν εἰπεῖν. εἰ τοίνυν τά μὲν ἔχοντα ἐναντιότητα καθ’ ἑαυτά πρώτως λέγεται, τὰ δὲ τέτταρα τὰ εἰρημένα οὐκ ἔστιν εἰπεῖν πρώτως καθ’ ἑαυτά, οὐκ ἂν ἐπιδέχοιτο ἐναντιότητα. Ἐ. Ἔτι ἄλλο ἐπιχείρημα ποῖον ἔχεις εἰπεῖν; Ἀ. Τοῦτο· εἰ ἔσται τὸ μέγα καὶ τὸ μικρὸν ἐναντία, ἐπειδὴ πρὸς τὸ μεῖζον ἐν τούτοις ἀφορίσαι μικρὸν ἂν δόξειεν εἶναι τὸ ἕτερον, πρὸς δὲ τὸ ἔλαττον πάλιν μέγα, καὶ τοῦτό γε κατὰ τὸν αὐτὸν καιρὸν συμβαίνει, συμβήσεται αὐτὸ ἑαυτῷ ἐναντιοῦσθαι. οὐκ ἄρα τὸ μέγα καὶ τὸ μικρόν εἰσιν ἐναντία. ὁ αὐτὸς δὲ λόγος καὶ επὶ τοῦ πολλοῦ καὶ ἀλίγου. ἀλλ’ εἰ μήτε ἐν τούτοις ἐναντίωσις μήτε ἐν τῷ τόπῳ, ὥς τισιν ἐδόκει, οὐκ ἔσται δήπου ἐν τῶ ποσῶ ἐναντίον. ’E Ἆρα οὖν δοὰ τοῦτο ἴδιον τοῦ τοσοῦ τοῦτο; Ἀ. Οὐδαμῶς· οὐδὲ γὰρ ἐπὶ τῆς οὐσίας ἐδείχθη ἐναντίωσις, καὶ ἐπὶ τινῶν δὲ τῶν τοῦ τοιοῦ δειχθήσεται μὴ προσοῦσα ἐναντίωσις, ὥστε οὐκ ἴδιον τοῦ ποσοῦ τοῦτο, κἂν παντὶ ποσῷ μηδὲν ᾖ ἐναντίον. Ἐ. Εἰπὲ τοίνυν εἰ καὶ ἄλλο τι αὐτῷ πρόσεστιν. Ἀ. Φημὶ δὴ ὅτι οὐ τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται τὸ ποσόν. τοῦτο δὲ δῆλον ἐπιοῦσι τὰ κατὰ μέρος· γραμμή τε γὰρ γραμμῆς καθὸ γραμμὴ οὐκ ἔστιν μᾶλλον γραμμὴ οὐδὲ ἐπιφάνεια ἐπιφανείας οὐκ ὄστιν μᾶλλον ἢ ἧττον ἐπιφάνεια, οὐδὲ σῦμα ᾖ σῶμα οὐδὲ τόπος ἧ τόπος οὐδὲ ἀριθμὸς ᾗ ἀριθμὸς οὐδὲ μὴν χρόνος ᾗ χρόνος. ἀφ’ ὧν δὴ δῆλον ὅτι οὐκ ἐπιδέχεται τὸ ποσὸν τὸ μᾶλλον καὶ τὰ ἧττον. Ἐ. Ἆρα οὖν ἴδιον τοῦ τοσοῦ τοῦτο; Ἀ. Οὐδαμῶς. οὐ γὰρ ὑπάρχει αὐτῷ μόνῳ, εἰ καὶ παντί· ἐδείχθη γὰρ ὅτι καὶ ἡ οὐσία οὐδὲν μᾶλλόν ἐστιν ἑτέρα ἑτέρας οὐσία. Ε. Τί οὖν ἴδιον τοῦ ποσοῦ ἂν εἴη; Ἀ. Τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι· γραμμή τε γὰρ γραμμῇ ἢ ἴση ἢ ἄνισός ἐστι καὶ σῶμα σώματι καὶ ἐπιφάνεια ἐπιφανείᾳ. ’E. Ὅταν οὖν λέγῃ τις ἐπὶ λευκοῦ, ὅτι τόδε τῷδε ἴσον, πῶς λέγει; Ἀ. Οὑ κυρίως ἀλλὰ καταχρώμενος ἀντὶ τοῦ ὅμοιον. Ἐ. Πῶς δὲ ὁ ἄνθρωπος ἀνθρώπῳ λέγεται ἴσος καὶ πύργος πύργῳ, οὐκ ὄντα ποσά; ’A. Κατὰ συμβεβηκός.

Source and terms: Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.