Перейти к содержанию

Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · p. 94

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: Porph.InCat.p94

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

CAG IV.1

’E. Λέγε τοῦς τρεῖς τρόπους. ’A. Ἴδιον γάρ ἐστιν ὅ γε πᾶσιν μὲν πρόσεστιν, οὐ μέντοι μένοις, ἢ ὅ μόνοις μέν, οὐ πᾶσι δέ, ἢ τὸ γοῦν κυριώτατον ὃ καὶ πᾶσι καὶ μένοις. ’E. Λέγε τούτων παραδείγματα. ’A. Εἴποιμι γὰρ ὅτι ἴδιον ἀνθρώπων τὸ εἶναι δίποδας· ἀλλὰ πᾶσι μὲν τοῦτο συμβέβηκεν, οὐ μέντοι μόνοις διὰ τὸ καὶ ἄλλα ζῷα εἶναι δίποδα. πάλιν τὸ ῥητορεύειν καὶ χρυσοχοεῖν εἴποιμ’ ἂν εἶναι ἀνθρώπων· μόνοις μὲν γὰρ ἀνθρώποις ἐστὶ ταῦτα, οὐ πᾶσι δέ. ἀλλ’ ὁρᾷς ὅτι ταῦτα οὐ κυρίως ἂν εἴη ἴδια, ἀλλ’ ἐκεῖνά γε ἃ καὶ πᾶσι καὶ μόνοις, ὡς τὸ γελαστικὸν πᾶσιν ἀνθρώποις πρόσεστι καὶ μόνοις. ἐπεὶ τοίνυν οὐσίας ἴδιον ζητοῦμεν, εἴ τε πάσαις συμβέβηκε τοῦτο, μὴ μόναις δέ, ἢ μόναις μέν, οὐ πάσαις δέ, δόξειεν μὲν ἂν ἴδια ταῦτα εἶναι, οὐ μὴν κατὰ ἀλήθειαν ἔσται. μόνον δὲ ἂν ἐκεῖνο ἴδιον, ὃ καὶ μόναις καὶ πάσαις προσείη. αὐτίκα τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι κοινὸν καὶ τῶν πρώτων οὐσιῶν καὶ τῶν δευτέρων, ἀλλ’ οὐχὶ μόναις ταῖς οὐσίαις τοῦτο τρόσεστιν, ἀλλὰ καὶ ταῖς τῶν οὐσιῶν· οὐ γάρ εἰσιν ἐν ὐποκειμένῳ. Ἐ. Ἀλλὰ πῶς φησιν ταῖς οὐσίαις κοινῶς προσεῖναι τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, ὅπου γε τὰ μέρη τῶν οὐσιῶν ὄντα οὐσίαι ἐν ὑποκειμένῳ ἐστὶ τῷ ὅλῳ· τὰ γὰρ μέρη ἐν τῲ ὅλῳ ἐστίν; ’A. Ἀλλ’ ἐν ὑποκειμένῳ ἐκεῖνο ἀπεδίδοτο τὸ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον· τὰ δὲ μέρη τῶν οὐσιῶν οἷον ἡ χεὶρ καὶ ὁ ὀφθαλμὸς ἐν τῷ ὄλῳ ἐστὶν μέρη. ὥστε ἐν ὑποκειμένῳ εἶναι ἀποδοθείη τὸ συμβεβηκός, τὰ δὲ μέρη τῶν οὐσιῶν ἐν τοῖς ὅλοις ὅντα οὐκ ἐν ὑποκειμένῳ ἐστίν, ἀλλ’ ὡς οὐσίαι καὶ οὐχ ὡς συμβεβηκότα. κοινὸν οὖν ταῖς οὐσίαις καὶ ταῖς διαφοραῖς τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι· ἀλλ᾿ οὐκ ἴδιον ὡς ἴδιον τοῦτο ἀλλὰ τὸ παντὶ προσὸν καὶ μόνῳ· τὸ γὰρ 〈μὴ εἶναι> ἐν ὑποκειμένῳ προσέστι καὶ ταῖς διαφοραῖς, ὥστε τὸ κυρίως ἴδιον οὐκ ἂν προσείη τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι. Ἐ. Πῶς οὖν ἡ διαφορὰ οὐκ ἔστιν ἐν ὑποκειμένῳ, καίτοι καθ᾿ ὑποκειμένου λεγομένη; Ἀ. Ὅτι τὸ δίπουν καὶ τὸ πεζόν, ἅπερ εἰσὶ διαφοραί, ἐν τῷ ἀνθρώπῳ οὐκ εἰσὶν ὡς συμβεβηκότα· εἰ γὰρ ἦν ὡς τὰ συμβεβηκότα, οὐκ ἂν κατηγορεῖτο τοῦ ἀνθρώπου καὶ κατὰ τοὔνομα καὶ κατὰ τὸν λόγον· νῦν δὲ τὸν ἄνθρωπον εἴποις ἂν πεζόν, εἴποις δ᾿ ἂν καὶ λόγον τοῦ πεζοῦ, ὅπερ ἐστὶν ἐπὶ γῆς διὰ σκελῶν βαδιστικόν. διὸ καὶ τοῦτο κοινὸν ταῖς οὐσίαις καὶ ταῖς διαφοραῖς τὸ συνωνύμως πάντα κατὰ τούτων λέγεσθαι. οὐ πάσαις δέ οὐσίαις, ἀλλὰ ταῖς δευτέραις. ἡ μὲν γὰρ ἄτομος οὐσία διὰ τὸ μὴ καθ’

Источник и условия: Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.