CAG IV.1
ἐχόντων θέσιν πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων συνέστηκεν, τὸ δὲ οὐκ ἐξ ἐχόντων θέσιν, ποταπὴν ποιεῖται ταύτην; Ἀ. Λέγω ὅτι τοῦ αὐτοῦ πάλιν ἐξ ὑπαρχῆς· τὸ γὰρ αὐτό, λέγω δὲ τὸ ποσόν, διαρεῖται ἄλλως καὶ ἄλλως· κατὰ ἄλλην γὰρ καὶ ἄλλην ἐπιβολὴνε οὐδὲν κωλύει γίνεσθαι τοῦ αὐτοῦ πλείους διαιρέσεις. Ἐ. Δεῖξον τοῦτο καὶ ἐπ᾿ ἄλλης κατηγορίας γινόμενον. Ἀ. Δεικνύω· τὸ γὰρ ζῷον τέμνεται μὲν καὶ εἰς τὸ θνητὸν καὶ ἀθάνατον, καὶ πάλιν ἐξ ὑπαρχῆς εἰς τὸ λογικὸν καὶ ἄλογον, καὶ πάλιν εἰς ὑπόπουν καὶ ἄπουν, καὶ αὖθις ὅλον εἰς τὸ πτηνὸν καὶ πεζὸν καὶ ἔνυδρον. οὕτως οὖν καὶ τὸ ποσὸν ὅλον τέμνεται εἰς τὸ συνεχὲς καὶ τὸ διωρισμένον, καὶ πάλιν κατὰ ἄλλην ἐπιβολὴν εἰς τὸ ἐξ ἐχόντων θέσιν πρὸς ἄλληλα τῶν μορίων καὶ εἰς τὸ μὴ ἐξ ἐχόντων θέσιν. ’E. Ἀλλὰ τὰς τομάς, εἰς ἃς διῄρει, παράστησον. Ἀ. Τὸ μὲν τοῦ ποσοῦ, ἔφη, διωρισμένον, τὸ δὲ συνεχές. Ἐ. Τί οὖν ἐστι τὸ διωρισμένον; Ἀ. Οὗ μεταξὺ μηδὲν ἐντεθῆναι δύναται, ὥστε δεσμὸν εἶναι τῶν ὁμογενῶν ποσῶν. εἴποιμι δ᾿ ἂν καὶ οὕτως· διωρισμένον ἐστὶ ποσόν, ἐφ᾿ οὗ μὴ ἔστιν κοινὸν ὅρον λαβεῖν, πρὸς ὃν συνάπτει τὰ μέρη. τῶν γὰρ πέντε οὐκ ἔστιν ἡ μονὰς μόνη συνάπτουσα τὰ δύο καὶ τὰ δύο τὰ ἐφ᾿ ἑκάτερα· οὐ γὰρ συνῆπται οὐδὲ αὐτὴ ταῖς δύο ταῖς ἐφ᾿ ἑκάτερα· εἰ γὰρ συνῆπτο. κἂν εἴπομεν τί ἐστι τὸ συνάπτον. τῶν οὖν διῃρημένων ποσῶν εἴη ἂν ὁ ἀριθμός. Ἐ. Ἆρα οὖν ὁ ἀριθμὸς μόνος τῶν διωρισμένων ἐστὶ ποσῶν; Ἀ. Οὐδαμῶς· καὶ γὰρ ὁ λόγος ποσοῦ ἐστὶ τοῦ διωρισμένου. Ἐ. Ποῖος λόγος; Ἀ. Οὐχὶ ὁ ἐν τῇ διανοίᾳ, ὃς καὶ σιωπώντων ἡμῶν ἐγγίνεται· ἐγγίνεται· οὗτος μὲν γὰρ ἢ ἐνέργειά ἐστι τῆς διανοίας ἢ πάθος· ἀλλ᾿ οὐδὲ τὸ σημαινόμενον τὸ ἐκ τοῦ λόγου καθὸ σημαίνεταί ἐστιν ποσόν, ἀλλ᾿ ὃν φθεγγόμεθα. Ἐ. Πῶς καὶ τίνα τρόπον; Ἀ. Πᾶς λόγος ἐξ ὀνομάτων σύγκειται καὶ ῥημάτων καὶ τῶν λοιπῶν, ἃ λέγεται εἶναι τοῦ λόγου μέρη. ταῦτα δὲ πάντα ἐκ συλλαβῶν συνέστηκεν· αἱ δὲ συλλαβαὶ ἢ μακραί εἰσιν ἢ βραχεῖαι· αἱ δὲ μακραὶ πρὸς τὰς βραχείας ἔχουσιν, ὥσπερ τὰ δύο πρὸς τὸ ἕν· ἓν δὲ καὶ δύο ἀριθμός· ὁ δὲ ἀριθμὸς ποσὸν διωρισμένον ἐστί· ὥστε καὶ αἱ συλλαβαί· ὁ δὲ λόγος ἐκ συλλαβῶν· τὸ δὲ συνεστὸς ἔκ τινων τοιοῦτόν ἐστιν, οἷά πέρ εἰσιν 30r ἐκεῖνα, ἀφ᾿ ὧν συνέστηκεν· ποσὸν οὖν καὶ ὁ λόγος, καὶ διωρισμένον γε ποσόν.