Skip to content

Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · p. 105

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Porph.InCat.p105

Tap a number or a passage to select it.

CAG IV.1

λοντος καὶ πελάζοντος τῇ θαλάσσῃ θέσιν οὐκ ἔχει διὰ τὸ μὴ ἑστάναι ἀλλὰ κινεῖσθαι· οὕτω γὰρ καὶ ἡ κίνησις τῶν συνεχῶν μέν ἐστιν, οὐ μέντοι καὶ τῶν θέσιν ἐχόντων, ᾗ καὶ ὁ χρόνος ἐπιγινόμενος συνεχής ἐστι μὴ ἔχων θέσιν, ἡ δὲ κίνησις οὐ ποσόν, ποσοῦ δὲ μετέχουσα, ὡς ὕστερον δειχθήσεται. ὥστε κατὰ μὲν τὴν πρώτην διαίρεσιν πέντε μὲν ἦν συνεχῆ, γραμμή, ἐπιφάνεια, σῶμα, χρόνος, τόπος, διωρισμένα δὲ δύο, ἀριθμὸς καὶ λόγος. κατὰ δὲ τὴν δευτέραν τέσσαρα μὲν ἐκ θέσιν ἐχόντων τῶν μορίων, γραμμή, ἐπιφάνεια, σῶμα, τόπος, τρία δὲ θέσιν μὴ ἐχόντων, ἀριθμός, λόγος, χρόνος, ὧν τὰ μὲν δύο τάξιν ἔχει, ἀριθμός, χρόνος, ὁ λόγος δὲ πὼς μὲν ἔχει τάξιν, πὼς δὲ οὔ. ’E. Ἆρα οὖν ταῦτά ἐστιν μόνα τοῦ ποσοῦ εἴδη; ’A. Προηγουμένως μὲν ταῦτα, κατὰ συμβεβηκὸς δὲ καὶ ἄλλα. ’E. Τί γάρ ἐστι τὸ προηγουμένως καὶ τί τὸ κατὰ συμβεβηκός; ’A. Προηγουμένως μὲν τὸ καθ᾿ αὑτό τι τοιοῦτον, κατὰ συμβεβηκὸς δὲ τὸ κατ’ ἄλλο. οἷον προηγουμένως μὲν ποσὰ τὰ εἰρημένα ἅπαντα, κατὰ συμβεβηκὸς δὲ οἷον τὸ λευκὸν πολὺ λέγεται, οὐ καθόσον ἐστὶν λευκόν, ἀλλ᾿ ὅτι ἡ ἐπιφάνεια, ἐν ἦ ἔστιν, πολλή ἐστι. καὶ ὁ ἄνθρωπος μακρὸς οὐ καθόσον ἄνθρωπος, καθόσον δὲ τὸ μῆκος αὐτοῦ τοιοῦτον. ’E. Εἴη ἂν οὖν καὶ αὕτη διαφορὰ τοῦ ποσοῦ; ’A. Ναί. ’E. Πῶς προφερομένη; Ἀ. Ὅτι τοῦ ποσοῦ τὸ μέν ἐστιν προηγουμένως, τὸ δὲ κατὰ συμβεβηκός. ’E. Τί τὸ προηγουμένως ποσόν; ’A. Τὸ καθ᾿ αὑτὸ καὶ μὴ κατ᾿ ἄλλο, οἷον δή τι ἀριθμός, χρόνος και τα ομοια. ’E. Τί τὸ κατὰ συμβεβηκὸς ποσόν; ’A. Τὸ καθ᾿ ἕτερον λεγόμενον, οἷον τὸ λευκὸν πολὺ λέγεται κατὰ τὴν ἐπιφάνειαν καὶ ὁ ἄνθρωπος μακρὸς καθόσον τὸ μῆκος. πάλιν τὸν πυρετὸν εἴποιμεν ἂν πολύν, ἐπειδὴ ἐν πολλῷ παρετάθη χρόνῳ, ὡς ἐάν γε μὴ τὸν ἐπὶ πλεῖστον παρατείνοντα εἴποι τις πολὺν ἀλλὰ τὸν σφοδρόν, οὐ κυρίως τῇ λέξει κέχρηται ὁ τοιοῦτος ποιόν τε μᾶλλον ἢ ποσὸν εἴρηκεν· τὸ γὰρ σφοδρὸν τῆς ποιότητός ἐστιν. κἂν εἴπωμεν δὲ ὅτι ὁ δεῖνα πολὺ δεδράμηκεν τὴν κίνησιν ἀναλογιζόμενοι, ὅτι ἐν πολλῷ γεγένηται χρόνῳ, ἀπὸ χρόνου πολύν φαμεν γεγενῆσθαι τὸν δρόμον. ’E. Τί γάρ; ἡ κίνησις οὐκ ἔστιν ποσόν; ’A. Οὐδαμῶς· οὐδὲ γὰρ κατείλεκται ἐν τοῖς ποσοῖς. ’E. Πῶς οὖν πολλὴ κίνησις καὶ μακρὰ λέγεται; “κίνησις γὰρ αὕτη μεγάλη”, ἔφη ὁ Θουκυδίδης.

Source and terms: Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.