CAG IV.1
Ἐ. Διὰ τί; Ἀ. Εἰ γὰρ διωρισμένον ἐστὶν ποσὸν ἐκεῖνο, οὗ μὴ ἔστι κοινὸν ὅρον λαβεῖν τῶν μορίων καὶ οὗ οὐδὲν ἔστιν λαβεῖν κοινόν, ὃ συνδεῖ τὰ μόρια, οὐδὲν δὲ ἔστι λαβεῖν, ὃ συνδεῖ τὰς συλλαβὰς πρὸς ἀλλήλας, διωρισμένον ἄρα ποσὸν εἶεν ἂν αἱ συλλαβαὶ καὶ ὁ λόγος. οἷόν ἐστιν ὄνομα Σωκράτης· τί δή ἐστι τὸ συνάπτον τὴν σݲωݲ συλλαβὴν πρὸς τὴν κݲρݲαݲ ἢ κݲρݲαݲ πρὸς τὴν τݲηݲςݲ, οὐκ ἂν ἔχοιμεν εἰπεῖν. οὐ γὰρ τὸ σημαινόμενον. καὶ γὰρ ἡ βλίτυρι φωνὴ ἁπλῶς ἔχει τὰς τρεῖς συλλαβὰς κειμένας καὶ οὐ συναπτομένας ὅρῳ· οὐδὲν γὰρ σημαίνει. ποσὸν ἄρα διωρισμένον ὁ λόγος. Ἐ. Ἀλλὰ τὸ διωρισμένον ποσὸν ὅ, τι ποτέ ἐστιν, ἔδειξας· τὸ δὲ συνεχὲς ὁποῖον ἂν εἴη, δεῖξον. Ἀ. Φημὶ δὴ ἐκεῖνο εἶναι, ὃ τοὐναντίον πέπονθε τῷ διωρισμένῳ· ἐκείνῳ μὲν γὰρ οὐδὲν παρενέπιπτεν, ὃ συνέδει αὐτοῦ τὰ μόρια, τὸ δὲ συνεχὲς ἔχει κοινὸν ὅρον, ὃρον, ὃς συνάπτει πρὸς ἄλληλα τὰ μόρια. οἷον ἐπὶ τῆς γραμμῆς μῆκος οὔσης ἀπλατὲς τὰ μόρια φαίνεται ἀλληλοῦχα. διὸ καὶ κινουμένῳ τῷ μορίῳ συγκινεῖται ἐφεξῆς τὰ μόρια. ἐπὶ δὲ τοῦ διωρισμένου οὐκ ἂν πάθοι τι τοιοῦτον τὰ μόρια· εἰ πυρῶν εἴη μόδιος γέμων, οὐκ ἂν δήπου ἑνὸς πυροῦ κινηθέντος συγκινοῦνται καὶ οἱ ἄλλοι πυροί, ἑνὸς δὲ πυροῦ μορίου τινὸς κινηθέντος κινεῖται ὅλος ὁ πυρὸς τῷ ἀλληλουχεῖν τὰ μέρη. ἡ γραμμὴ τοίνυν εἴη ἂν τοῦ ποσοῦ συνεχοῦς. Ἐ. Ἔχεις οὖν καὶ ἄλλο παράδειγμα συνεχοῦς ποσοῦ; Ἀ. Ἔχω. Ἐ. Τί τοῦτο; Ἀ. Τὴν ἐπιφάνειαν. Ἐ. Πῶς γὰρ συνεχὴς ἡ ἐπιφάνεια; Ἀ. Ὅτι τέμνεται μὲν ἡ ἐπιφάνεια γραμμῇ, καθὸ δὲ τέμνεται, ὅταν ἐκείνη τῇ τομῇ προσῇ, κοινὸς ὅρος γίνεται ἡ ἐπινοουμένη γραμμή, ὥσπερ ἡ ἐπικειμένη ἄνωθεν, καθ᾿ ἣν συνάπτεται ἀλλήλοις τὰ μέρη τῆς ἐπιφανείας. ταύτην δὲ τὴν γραμμὴν εἰ ἐπινοήσειας ἐνεργείᾳ γινομένην καθ᾿ ἑαυτὴν μεταξὺ τῶν μερῶν, τέμνοι ἂν τὸ ὅλον· ἐὰν δὲ οὐ τέμνῃ, τοῦ μὲν ὥσπερ πέρας θεωρουμένη πέρας μέρους τοῦ δὲ ὡς ἀρχὴ κοινωνοῦσα ἀμφοῖν ὅρος τοῖν μεροῖν συνάπτοι ἂν ταῦτα πρὸς ἄλληλα δι᾿ ἑαυτῆς. Ἐ. Ἆρα οὖν καὶ ἄλλο ἐστὶ παράδειγμα συνεχοῦς ποσοῦ ὥσπερ ἡ γραμμὴ καὶ ἡ ἐπιφάνεια; Ἀ. Ναί. Ἐ. Ποῖον τοῦτο; Ἀ. Τὸ σῶμα· καὶ γὰρ τὸ σῶμα ποσόν τέ ἐστι καὶ συνεχές. ποσὸν