CAG IV.1
φαίη ἐναντίον εἶναι ἢ τὸ μέγα τῷ μικρῷ. ἀλλὰ ταῦτα οὐκ ἔστι τῶν ἀφωρισμένων ποσῶν, οἷς οὐκ ἐῤῥέθη τὸ εἶναι ἐναντίον, μήποτε οὔτε γένους ἐστὶ ταῦτα τοῦ ποσοῦ, ἀλλὰ μᾶλλον τοῦ πρός τι, ὡς ἐν τῷ περὶ τοῦ ποσοῦ ἐπιδείξει. οὐκ ἴδιον οὖν οὐδὲ τὸ μὴ ἔχειν τι ἐναντίον τῆς οὐσίας. Ἐ. Τί οὖν ζητεῖ ἄλλο ἴδιον αὐτῆς; Ἀ. Τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἦττον· οὐχ ἁπλῶς δέ, ἀλλὰ μετὰ διαστολῆς· ἡ γὰρ ἄτομος οὐσία οὔτε αὐτὴ ἑαυτῇ παραλαμβανομένη εὔτε ἄλλῃ ὅμοίως ὁμοίως ἀτόμῳ μᾶλλον ἂν εἴη ἢ ἧττον οὐσία οὔτε ἡ κατὰ τὸ εἶδος καὶ τὸ γένος οὐσία οὔτε ἑαυτῇ οὔτε ἄλλῃ παραλαμβανομένη ὁμοστοίχῳ οὐσίᾳ μᾶλλον ἂν εἴη οὐσία ἢ ἧττον. Ἐ. Εἰπὲ ἐπὶ παραδεγμάτων. Ἀ. Ὁ Σωκράτης ἄτομος ὢν οὐσία οὐκ ἔστιν ὁ τήμερον τοῦ αὔριον μᾶλλον ἢ ἧττον Σωκράτης οὐδὲ ὁ αὔριον τοῦ τήμερον ἢ τοῦ πρὸ ἡμερῶν δέκα. οὐδέ γε μᾶλλον ἢ ἧττον Σωκράτης οὐσία ἢ Πλάτων. οὐδὲ μὴν τὸ εἶδος ὁ ἄνθρωπος μᾶλλον ἢ αὐτὸς ἑαυτοῦ γένοιτο μᾶλλον οὐσία ἢ ἄλλου ἀνθρώπου. οὐκοῦν καθ᾿ αὑτὸ τοῦτο, καθό ἐστιν οὐσία, μᾶλλον οὔτε ἑαυτοῦ οὔτε ἄλλου δόξεινε εἶναι οὐσία. τὸ μέντοι λευκὸν αὐτὸ ἑαυτοῦ μᾶλλον ἂν γένοιτο λευκότερον καὶ ἄλλου μᾶλλον ἂν εἴη λευκόν. ἄλλη μέντοι ἄλλης οὐσία ἐῤῥέθη εἶναι μᾶλλον, ὅταν μὴ ὁμόστοιχος ᾖ, ἀλλ᾿ ἡ μὲν ἄτομος, ἡ δὲ γένος ἢ εἶδος. ἡ γὰρ ἄτομος οὐσία μᾶλλον τῆς κατὰ τὸ εἶδος καὶ τὸ γένος ἐῤῥέθη εἶναι οὐσία. Ἐ. Τίνας................................................ τὰς γενικὰς ταῖς γενικαῖς. Ἐ. Ἆρα οὖν μόνῃ τῇ οὐσίᾳ πρόσεστιν; Ἀ. Οὐδαμῶς· οὐδὲ γὰρ τὸ διπλάσιον τὸ μᾶλλον καὶ ἦττον ἐπιδέχεται οὔτε ὁ πατήρ· τί γὰρ μᾶλλον Ὀθυσσεὺς τήμερον Τηλεμάχου πατήρ ἢ ὅτε ἦν ἐν τῇ Ἰθάκῃ ἢ ὅτε ἐπανῆλθεν ἔκ τῆς; Τροίας; ὥστε οὐκ ἴδιον τῆς