CAG IV.1
Ἐ. Ἀλλὰ τί μὲν τὸ γένος τὸ λαμβανόμενον ἐνταῦθα καὶ τί τὸ εἶδος καὶ τίς ἡ διαφορά, παρέστησας. ἐπίδειξον δὲ καὶ τίνα μὲν ἕτερα δὲ ὑπάλληλα. ’A. Ἕτερα γένη τὰ ἐν ταῖς δέκα κατηγορίαις· ἄλλα μὲν γὰρ τὰ τῆς οὐσίας, ἄλλα δὲ τὸ γένη τὰ τῆς ποιότητος καὶ ἄλλα τὰ τοῦ καὶ τῶν ἄλλων. ὡσαύτως δὲ καὶ τὰ εἴδη τὰ ὑφ᾿ ἕκαστον γένος ἄλλα τῶν ὑπ᾿ ἄλλο γένος, τῶν οὕτως ἑτερογενῶν, καὶ αἱ διαφοραὶ γὰρ τοῦ ζῴου γένους ὄντος καὶ τῆς ἐπιστήμης ἄλλαι τὸ μὲν γὰρ ζῷον τῆς οὐσίας ἐστίν, ἡ δὲ ἐπιστήμη τῆς ποιότητος), καὶ ἄλλα μὲν τὰ εἴδη τοῦ ζῴου, ἄλλα δὲ τῆς ἐπιστήμης, καὶ ἄλλαι μὲν αἱ διαφοραὶ ἄλλαι δὲ αἱ διαφοραὶ τῆς ἐπιστήμης· ζῷον μὲν γὰρ ζῴου διαφέρει μὲν εἶιναι δίπουν, τὸ δὲ τερράπουν, ἐπιστήμη δὲ ἐπιστήμης τῷ δίπους οὐ διαφέρει. ταῦτα μὲν οὖν ἕτερα γένη καὶ εἶδη ἕτερα καὶ αί ἕτεραι. " ὑπάλληλα δὲ γένη ἐστίν, ὧν ἐν ταὐτῷ γένει τῆς κατηγορίας, ὡς ὑπὸ τὸ ζῷον τὸ πτηνὸν ζῷον, τοῦτ᾿ ἔστι τὸ ὄρνεον, ὅπερ τῆς κατὰ τὴν οὐσίαν ἐστὶ κατηγορίας. ’E. Λέγε ἔτι σαφέστερον. Ἀ. Φημὶ τῶν καθόλου λεγομένων τὰ μέν ἐστιν γένη, τὰ δὲ εἴδη, τὰ δὲ διαφοραί. τῶν δὲ δἰδῶν καὶ γενῶν τὰ μέν ἐστιν μόνον εἴδη, ἃ διαιρεῖται εἰς τὰ καθ᾿ ἕκαστα, τὰ δὲ ἦν μόνον γένη· ταῦτα δὲ ἦν εὑρίσκεται γένος. ὅσα δὲ τούτων μεταξύ, ταῦτα εἴδη μὲν ἐπαναβεβηκότων, γένη δὲ τῶν ὑποκαταβεβηκότων εἰκότως ἂν εἴη ὑπάλληλα τα γενη. ’E. Ἐπὶ παραδειγμάτων σαφῆ ποίησον ταῦτα. Ἀ. Ἡ Η οὐσία φέρε γένος ἐστὶ τὸ ἀνώτατον μόνον τῶν οὐσιῶν· πρὸ αὐτῆς γὰρ οὐκ ἂν εὑρεθείη ἄλλο γένος τῆς οὐσίας προταττόμενον. ὁ δὲ ἄνθρωπος εἶδός ἐστιν μόνον· μετὰ μετὰ γὰρ τὰ ἄτομά ἐστι καὶ οί τινὲς ἄνθρωποτ. τὰ δὲ μετὰ τὴν οὐσίαν ἄχρι τοῦ ἀνθρώπου, ὃς ἦν μόνον εἶδος, ὅσα μεταξὺ εὑρίσκεται, ταῦτα εἴδη μέν ἐστι τῶν πρὸ αὐτῶν, γένη δὲ τῶν ταῦτα· ὥσπερ τὸ ζῷον εἶδος μέν ἐστι τῆς οὐσίας, γένος δὲ τοῦ ζῴου, τὸ δὲ λογικὸν ζῷον γένος μὲν τοῦ ἀνθρώπου, εἶδος δὲ τοῦ τὰ δὴ ταῦτα ὅσα μεταξὺ ὄντα τοῦ γενικωτάτου καὶ τοῦ εἰδικωτάτου πρὸς ἄλλο καὶ ἄλλο λαμβανόμενα καὶ γένη ἐστὶ καὶ εἴδη, ταῦτα ὑπάλληλα γένη. Ἐ. Ἆρα οὖν ὑπάλληλα ὄντα ἔστιν ὅτι φέρεται ἑκάτερον; ’A. Οὐδαμῶς· ἀδύνατον Τάρ, εἴπερ τὸ λογικὸν ζῷον θνητὸν οἷον ἄνθρωπος ὑπὸ τὸ ζῷον, καὶ τὸ ζῷον εἶναι ὑπὸ τὸν ἄνθρωπον. τοῦτο οὖν λέγεται ὑπάλληλα, ἐπεὶ τὸ αὐτὸ τοῦ αὐτοῦ καὶ εἶδος