CAG IV.1
ὑπάλληλα. εἴρηται δὲ καὶ ἕτερα τῷ εἴδει. εἴρηνται δὲ καὶ αί διαφοραί, καὶ τούτων αἱ μὲν ἕτεραι τῷ εἴδει, αἱ δὲ αἱ αὐταί. ’E. Περὶ πάτων οὖν εἰπὼν τούτων τί βούλεται διὰ τοῦ προκειμένου διδάξαι, παράστησον. ’A. Φημὶ τοίνυν ὅτι πολλαχῶς μὲν λέγεται καὶ τὸ εἶδος καὶ τὸ ενος καὶ ἡ διαφορά. τὸ δὲ νῦν λαμβανόμενον γένος ἐστὶν ἐκεῖνο, ὃ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορεῖται, οἷον τὸ ζῷον γένος ἂν εἴη πτηνοῦ καὶ πεζοῦ καὶ ἐνύδρου, ὧν ἐν τῷ εἴδει διαφαρόντων ἀλλήλων ἐν τῷ τί ἐστιν ἕκαστον ἐρωτηθὲν κατηγορεῖται· τί γάρ ἐστιν ἀποδιδόντες ζῷον ἐροῦμεν. λαμβάνεται δὲ εἶδος τὸ κατὰ πλειλόνων τῷ ἀριθμῷ διαφερόντων ἐν τῷ τί ἐστι κατηγορούμενον· ὁ γὰρ ἄνθρωπος ὢν κατὰ πλειόνων τινῶν ἀνθρώπων ἀριθμῷ μόνον διαφερόντων ἐν τῷ τί ἐστιν ἕκαστος κατὰ μέρος ἐρωτηθέντων κατηγορεῖται· τί γάρ ἐστιν ἐὰν ζητῶμεν, οἰκείως ἀποδιδοῖμεν ὅτι ἄνθρωπος. ἐπεὶ δὲ τὰ εἴδη πολλάκις τὰ αὐτὰ ὄντα κατὰ γένος διαφορῖς χωρίζεται, ὥσπερ ὁ ἄνθρωπος καὶ ὁ βοῦς καὶ ὁ κύων τὰ αὐτὰ ὄντα κατὰ γένος ζῷα πάντα) διαφοραῖς ἀλλήλων χωρίζεται, ἡ δὲ διαφορὰ ποῖόν τι ἕκαστον τῶν εἰδῶν ἐστιν παρίστησιν ( ὅτι γὰρ ὁ ἄνθρωπος ζῷόν ἐστι λογικὸν ὁ κύων ζῷον ἄλογον ὑλακτικόν, αἱ διαφοραὶ παριστᾶσιν), εἴη ἂν τὸ κατὰ πλειόνων διαφερόντων ἀλλήλων ἐν τῷ ποῖόν τί ἐστι κατηγορούμενον. οἶον τὸ πτηνὸν διαφορά ἐστι κατὰ πλειόνων κατηγορούμενον· κατὰ γὰρ κύκνου καὶ κόρακος καὶ ἀετοῦ λέγεται. Ἐ. Ἀλλ᾿ ἑκάστου ζῴου ὄντος τὸ πτηνὸν εἶναι ἕκαστον ποῖόν δηλοῖ; τῆς γὰρ γένους ποιότητος καὶ τοῦ εἴδους δηλωτικὴ ἡ διαφορά. ’A. Οὐδαμῶς. ἀλλὰ δέκα οὐσῶν τῶν ἀνωτάτω καθ᾿ ἑκάστην ἀλλοῖα τὰ γένη τὰ εἴδη καὶ αί διαφοραί· ἦς γὰρ ἂν κατηγορίας ὑπάρχῃ γένος, ἐκείνης ἔσται καὶ τὸ τοῦ γένους οἰκεῖον εἶδος καὶ αἱ τοῦ γένους ειοους οιαφοραι. Ἐ. Ἀλλ᾿ ἐπεὶ ἀπέδωκας κατὰ πλειόνων εἰδῶν λέγεσθαι τὴν ἆρά γε καθάπερ ἔστι τοῦτο εἴρηκας; Ἀ. Οὐδαμῶς, ἀλλ᾿ ὡς ἐπὶ πολύ· εἰσὶ γάρ τινες ἰσάριθμοι εἴδεσιν, ὥσπερ κουφότης καὶ βαρύτης, ἡ μὲν μόνου πυρὸς οὖσα, ἡ δὲ γῆς, ’E. Ἆρα οὖν καὶ τὸ εἶδος ἀποδοθὲν κατὰ πλειόνων ἀριθμητῶν οὕτως εχει εκ παντος; Ἀ. Οὐδαμῶς, ἀλλ᾿ ὡς ἐπὶ τὸ πλεῖστον· ὁ γὰρ φοίνιξ τὸ ὄρνεον ὢν οὐ κατὰ πλειόνων ἀριθμῷ λέγεται εἶναι, εἴ 73 εἷς μόνος φοίνιξ ἀεὶ ἀλλ᾿ εἰ ἄρα κατὰ πλειόνων, οὐ τῷ ἀριθμῷ ἀλλὰ τῇ διαδοχῇ λέγεται.