Skip to content

Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · p. 116

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Porph.InCat.p116

Tap a number or a passage to select it.

CAG IV.1

Ἐ. Ἆρα οὖν τοῦτο ἁπλῶς καὶ ὡς ἔτυχεν γένοιτ᾿ ἄν; Ἀ. Οὐδαμῶς. Ἐ. Ἆλλὰ τί δεῖ παραφυλάττειν; Ἀ. Τὸ οἰκείως ποιεῖσθαι τὴν ἀπόδοσιν, πρὸς ὃ ἂν ἀποδοθῇ. Ἐ. Τί δὲ τοῦτό ἐστιν; Ἀ. Οἷον τὸ πτερὸν ἂν εἴπωμεν ὄρνιθος εἶναι πτερόν, ὑγιῶς μὲν λέγομεν, οἰκείως δὲ οὔ. διὸ οὐκ ἀντιστρέφει· οὐκέτι γὰρ λέγομεν ὄρνις πτεροῦ. αἴτιον δὲ οὐ τὸ ἀντιστρέφειν, αλλὰ τὸ τὸ πρῶτον οἰκείως μὴ ἀποδεδόσθαι· τὸ γὰρ πτερὸν οὐ καθὸ ὄρνιθός ἐστι λέγεται πτερόν, ἀλλὰ καθὸ πτερωτοῦ. διὸ ἂν οὕτως ἀπιδῷς τὸ πτερὸν πτερωτοῦ πτερόν, ἀντιστρέφει· καὶ γὰρ καὶ τὸ πτερωτὸν πτερῷ πτερωτόν· πολλῶν γὰρ καὶ ἄλλων ἔστι πτερά, ἃ οὐκ ἔστιν ὄρνιθες, μελισσῶν, σφηκῶν, ἀκρίδων, τεττίγων καὶ μυρίων ἄλλων. Ἐ. Ἆρα οὖν ἐπὶ πάντων εὑρήσομεν ὀνόματα ἐν τῇ συνηθείᾳ, πρὸς ἃ ποιησόμεθα τὴν τῶν πρός τι ἀπόδοσιν; Ἀ. Οὐ πάντων. Ἐ. Τί οὖν; Ἀ. Ἐφ᾿ ὧν οὐκ ἔστιν, εὑρήσομεν αὐτοί, φησίν, καὶ πλάσομεν οἰκεῖα ὀνόματα. Ἐ. Πῶς οὖν πλάσομεν; Ἀ. Ἀπὸ τῶν πρώτων ποιήσομεν τὰ δεύτερα ὀνοματοποιοῦντες. οἷόν ἐστι κεφαλὴ λεγομένη, ἀλλ᾿ αὐτὴ ἐὰν ἀποδοθῇ ζῴου κεφαλή, σφαλησόμεθα· πολλὰ γάρ ἐστι ζῷα, ἃ μὴ ἔχει κεφαλήν, ὡς ὄστρεα, καρκίνοι καὶ τὰ παραπλήσια. ἐὰν οὖν ἀποδῶμεν ἡ κεφαλὴ ζῴου κεφαλή, οὐχ ὑγιὲς τὸ ἀντιστρέφον καὶ φάναι τὸ ζῷον κεφαλῇ ζῷον διὰ τὸ πολλὰ εἶναι ἀκέφαλα ζῷα. Ἐ. Πῶς οὖν ποιήσομεν; Ἀ. Ἀπὸ τῆς κεφαλῆς παρώνυμον ποιήσομεν κεφαλωτόν· καὶ οὕτως αντιστρέφει· κεφαλὴ γὰρ κεφαλωτοῦ κεφαλὴ καὶ τὸ κεφαλωτὸν κεφαλῇ κεφαλωτόν. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ πηδαλίου· τὸ μὲν γὰρ εἰπεῖν πηδάλιον πλοίου πηδάλιον οὐκ ἐπὶ πάντων ἁρμόσει διὰ τὸ εἶναι πολλὰ πλοῖα, ἃ μὴ πηδαλίῳ εὐθύνεται, ὥσπερ τὰ μικρὰ καὶ ὑπὸ ἐρετῶν ἐλαυνόμενα μόνως. διὸ οὐκ ἀντιστρέφει· οὐ γὰρ ὑγιὲς φάναι πλοῖον πηδαλίῳ πλοῖον. ἐὰν δὲ ἀπὸ τοῦ πηδαλίου παρώνυμον ποιήσωμεν ὄνομα οἷον πηδαλιωτόν, ὑγιῶς ἐροῦμεν οἷον πηδάλιον πηδαλιωτοῦ πηδάλιον καὶ ἀντιστρέψομεν πηδαλιωτὸν πηδαλίῶ πηδαλιωτόν. Ἐ. Οὐχ ἁπλῶς οὖν ῥητέον, ὅτι πάντα τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται, ἀλλὰ τί προσθετέον; Ἀ. Τὸ ἐὰν οἰκείως ἀποδίδωται.

Source and terms: Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.