Перейти к содержанию

Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · p. 84

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: Porph.InCat.p84

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

CAG IV.1

καὶ γένος, ἀλλ᾿ ὅτι θάτερον ὑπὸ θάτερον ὄν * * * καὶ ὄντων μηδέτερον ὑπὸ μηδέτερον ᾖ, ταῦτα οὐκ ἂν εἴη ὑπάλληλα, ὄντων τοῦ ζῴου καὶ τῆς ἐπιστήμης οὔτε ἡ ἐπιστήμη όπὸ τὸ τὸ ζῷον ὑπὸ τὴν ἐπιστήμην. τῶν <οὖν> ἑτερογενῶν (ἔστι δὲ ἕτερα ἀλλήλων πάντῃ διεστῶτα, οἷον τὰ δέκα γένη τῶν δέκα κατηγοριῶν, ὧν διάφοροί εἰσιν παραστατικαὶ κατηγορίαι καὶ ὧν ἀνωτάτω καὶ οὐκέτι ἄλλο τεραγμένα ἐστὶ δἐλα γένη) τούτων ἕτεραί εἰσιν καὶ αἱ διαφοραί, δέ ὑπ᾿ ἄλληλα γενῶν ἐνδέχεται τὰς αὐτάς εἶναι διαφοράς. οὐ γάρ δὴ των αἱ αὐταί ἀλλ᾿ ἔστιν ἐφ᾿ ὧν αἱ αὐταὶ, ἐφ᾿ ὧν δὲ οὔ. Ἐ. Πῶς ἐπὶ τινῶν μὲν αἱ αὐταὶ, ἐπὶ τινῶν δὲ οὔ. Ἀ. Τὸ ζῷον καὶ τὸ ὄρνεον ὑπάλληλά ἐστι γένη ὑπὸ γάρ τό τὸ ὄρνεον), ἀλκὰ ζῴου μέν αἱ διαφοραὶ τὸ λογικὸν καὶ τὸ ἄλογον, ὀρνέου δὲ οὐκ ἂν εἶεν αἱ αὐταὶ διαφοραί. εἶεν δ᾿ ἄν τινες ζῴου ὀρωέου· τῶν τε γὰρ ζῴων τὰ μέν ἐστι ποηγάγα, τὰ δὲ σπερμοφάγα, τὰ δὲ κρεηφάγα, ἀλλὰ καὶ τῶν ὀρνέων αἱ αὐταὶ διαφοραί. Ἐ. Διά τί οὖν τοῦτο συμβαίνει; Ἀ. Ὅτι τὸ ζῷον περιέχει μὲν τὸ ὄρνεον ἐν τοῖς ἑαυτοῦ εἴδεσιν, τήν δὲ ἐπιστήμην οὐ περιέχει, οὐδὲ ἔστιν αὐτοῦ εἶδος ἡ ἐπιστήμη. τοῦ δὲ περιέχοντος γένοιντο ἂν καὶ τοῦ περιεχομένου διαφοραὶ αἱ αὐταὶ τοῦ μήτε περιέχοντος μήτε περιεχομένου οὐκ ἂν εἶέν ποτε αἱ αὐταὶ διαφοραί. Ἐ. Πῶς οὖν τοῦτο δεδήλωκεν ὁ Ἀριστοτέλης; Ἀ. Ἐν τῷ φάναι τῶν δὲ ὑπ᾿ ἄλληλα γενῶν οὐδὲν χωλύει τάς αὐτὰς διαφοράς εἶναι. αἰτίαν δὲ ἐπάγει· τὰ γάρ ἐπάνω τῶν ὑπ᾿ αὐτὰ γενῶν κατηγορεῖται, ὥστε ὅσαι τοῦ κατηγορουμένου φοραί εἰσιν, καὶ τοῦ ὑποκειμένου ἔσονται. Ἐ. Ἁλλὰ σὺ τινὰς μὲν διαφορὰς τοῦ ζῴου τὰς αὐτὰς ἀπέδειξας οὔσας τοῦ ὀρνέου, ὁ δὲ καθάπερ εἴρηκεν ὥστε ὅσαι διαφοραὶ εἰσι, καὶ τοῦ ὑποκειμένου ἔσονται· οὐ γὰρ ὅσαι τοῦ διαφοραὶ, τοσαῦται καὶ τοῦ ὀρνέου. καίτοι πρὸ ὀλίγου ἔφασκεν οὐσὲν κωλύει τὰς τῶν ὑπαλλήλων γενῶν διαφορὰς καὶ τῶν ὑποκάτω ὡς μὴ πασῶν δυναμένων τῶν ὑποκάτω εἶναι, νῦν δέ ἁπλῶς τοῦ κατηγορουμένου, τοσαῦται καὶ τοῦ ὑποκειμένου διαφοραὶ ἔσονται. ’A. Ἀλλ᾿ οἶμαι μέν διὰ τοῦτο πολλοὺς ἡμαρτῆσθαι νομίσαι

Источник и условия: Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.