CAG IV.1
Ἀ. Οὐδαμῶς. ’E. Ἀλλὰ ποῖα εἴδη καὶ ποῖα γένη; Ἀ. Ἐν οἷς, ταῦτά τε καὶ τὰ τῶν εἰδῶν τούτων γένη. ἐν γὰρ τοῖς εἴδεσί πως τὰ ἄτομά ἄτομά ἐστιν, ὅτι ἐν τοῖς ἐπὶ πλέον λεγομένοις τὰ ἔλαττον περιέχεσθαι λέγεται. ταῦτά τε οὖν τὰ τὰ εἴδη τὰ περιέχοντα τὰς ἀτόμους οὐσίας καὶ τὰ τούτων τῶν εἰδῶν γένη τὰ περιέχοντα τὰ τοιαῦτα εἴδη εἴη ἂν δεύτεραι οὐσίαι οἷον ἄνθρωπος καὶ ζῷον· ἐν γὰρ τῷ ὁ τὶς ἄνθρωπος ἐν εἴδει, γένος δὲ τοῦ εἴδους τοῦ ἀνθρώπου τὸ δεύτεραι οὖν αὖται οὐσίαι λέγονται οἶον ὁ ἄνθρωπος καὶ τὸ ζῷον καὶ ομοια. Ἐ. Αλλὰ πῶς, εἰ διὰ τὸ ἀναιρεῖν μέν, μὴ συναναιρεῖσθαι δὲ δὴς τὰς πρώτας οὐσίας πρώτας εἶναι καὶ μάλιστα καὶ κυριώτατα, διὰ τοῦτο λέγεσθαι τὰς ἀτόμους οὐσίας εἶναι οὐσίας, ἀνθρώπου δὲ τοῦ κοινοῦ κατηγορουμένου ἀναιρεθέντος τῇ ἐπινοίᾳ καὶ ὁ Σωκράτης, ὅσπερ ἦν ἄτομος καὶ πρώτη, ἀναιρεῖται, οὐκ ἂν εἴη τὸ εἶδος μᾶλλον οὐσία, * * * ἐπεὶ καὶ τοῦ ζῴου ἀναιρεθέντος ὁμοίως; τῷ λόγῳ καὶ ὁ ἄνθρωπος οὐκέτι εἰσίν; ὥστε διὰ τί οὐ πρότερον Σωκράτους ὁ ἄνθρωπος, εἴ γε συναναιρεῖ, ἀναιρουμένου δὲ οὐ συναναιρεῖται· Σωκράτους γὰρ μὴ ὄντος ἔσταιν ὁ ἄνθρωπος ἀνθρώπου δὲ μὴ ὄντος οὐκ ἔστιν Σωκράτης. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ζῴου· ζῴου μὲν γὰρ ὄντος δύναται εἶναι ζῴου δὲ πάντως ἀναιρεθέντος οὐδ᾿ ἂν εἴη Σωκράτης. οὐκοῦν τί ἐκ συνάγεται; δὲ γὰρ πρῶτά ἐστι ταῦτα, ἃ συναναιρεῖ μέν, ὀ συναναιρεῖται δέ, τὸ δὲ ζῷον καὶ ό ἄνθρωπος συναναιρεῖ μὲν τὸν Σωκράτην, οὐ συναναιρεῖται, δὲ σῦν τῷ Σωκράτει, οὐχ ὁ Σωκράτης ἂν εἴη ἀλλὰ τὰ γένη ἰαὶ εἴδη. τί οὖν πρὸς τὴν τοιαύτην ἀπορίαν εἴποις ἂν; Ἀ. Φημὶ ὅτι οὐ κατὰ λόγον τὸ εἴρημένον προήγαγες, ’E. Τί δήποτε; Ἀ. Ὅτι περὶ Σωκράτους μόνον πεποίησαι τὸν λόγον, οὖ ἀναιρεθέντος ὁ ἄνθρωπος καὶ τὸ ζῷον μένει, δεῖ δὲ οὐκ ἐφ᾿ ἑνὸς ποιεῖσθαι τὸν λόγον, ἀλλ᾿ εὖ εἰδέναι, ὅτι οὐκ ἔστιν ἄτομος οὐσία ὁ εἷς ἀλλ᾿ οἱ καθ᾿ ἕκαστον ἄνθρωποι πάντες, ἐξ ὧν καὶ ὁ ἄνθρωπος ἐπενοήθη, καὶ τὰ καθ᾿ ἕκαστον ζῷα, δι᾿ ἃ τὸ κοινῇ ἐνοήσαμεν ζῷον. ἃ δὴ καὶ αἴτια τοῖς κοινῇ κατηγορουμένοις ἐστὶ