CAG IV.1
’E. Τίνας ταύτας λέγει; ’A. Μίαν μέν, ὅτι πολὺ διενήνοχε.................. καθ᾿ ἕκαστον· γένος μὲν γὰρ ἡ ἐπιστήμη, εἶδος δὲ ἡ γραμματική, καὶ ἔτι γε ἄτομον Ἀριστάρχου γραμματική. ἡ μὲν οὖν ἀναβεβηκυῖα πασῶν τῶν εἰδικῶν καὶ τῶν μερικῶν ἐπιστημῶν ἐπιστήμη καὶ ἕξις τῶν πρός τι εἶναι ἐρρέθη, αἱ δὲ εἰδικαὶ ἐπιστῆμαι καὶ ἔτι γε μᾶλλον αἱ ἄτομοι καὶ μερικαὶ ποιότητες <ἂν εἶεν>. ἥ τε ἄτομος γραμματικὴ <οἶον> ἡ Ἀριστάρχου καὶ ἄτομος μουσικὴ οἷον ἡ Ἀριστοξένου καὶ ἡ ἄτομος ἰατρικὴ οἷον ἡ Ἱπποκράτους ποιότητες ἂν εἶεν καὶ οὐδαμῶς τῶν πρός τι· <οἱ γὰρ> γὰρ κατι'<> αὐτὰς ἀπ᾿ αὐτῶν λέγονται. ποιότητες δὲ ἦσαν, καθ᾿ ἃς οἱ ποιοὶ παρονομάζονται 〈ἢ > ἄλλως λέγονται ἀπ᾿ αὐτῶν. εἰ δὲ τις αὐτὰς τῶν πρός τι εἶναί φησιν,....................... πρός τι εἶναι ἀλλὰ πρὸς τὸ γένος αὐτῶν. ἡ γὰρ γραμματικὴ ἐλέγετό τινος ἐπιστήμη, ἀλλ᾿ οὐχὶ ἡ γραμματικὴ] ἡ Ἀριστάρχου γραμματική. ἀλλ᾿ εἰ οὕτως ἐρεῖ καὶ ἀντιστρέψει, καὶ εἴποι Ἀρίσταρχος σταρχος γραμματικῆς Ἀρίσταρχος, <ὅπερ ἄτοπον>. φημὶ τοίνυν ὅτι τὸ μὲν γένος τοῦτ᾿ ἔστι τὴν ἐπιστήμην τῶν πρός τι εἶναι· ἔστιν γὰρ ἐπιστητοῦ ἐπιστήμ καὶ τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν· τὸ δὲ καθ᾿ ἕκαστον τοῦτ᾿ ἔστι τὴν γραμματικὴν Ἀριστάρχου οὐκ ἔτι τῶν πρός τι εἶναι, ἀλλὰ ποιότητος, ἐπειδὴ καὶ ὁ Ἀρίσταρχος καὶ ἕκαστος τῶν ἑκάστην ἐχόντων τῶν ἄλλων ἐπιστημῶν μῶν οὐκ ἀπὸ τῆς γενικῆς ἐπιστήμης εἰσὶ παρωνομασμένοι, ἀλλ᾿ ἐκ τῆς καθ᾿ ἕκαστα, Ἀρίσταρχος μὲν ἀπὸ τῆς ἑαυτοῦ γραμματικῆς, Ἀριστόξενος δὲ ἀπὸ τῆς ἑαυτοῦ μουσικῆς, καὶ οἱ λοιποὶ δὲ ὁμοίως ἀπὸ τῶν οἰκείων ἐπιστημῶν, αἳ τῶν καθ’ ἕκαστά εἰσιν. ’E. Ἀλλὰ μίαν μὲν ταύτην ἀποδέδωκας λύσιν· ἔφης δὲ εἶναι δύο· ὥστε λέγε καὶ τὴν ἑτέραν. ’A. Φημὶ τοίνυν ὡς εἰ μή τις ταύτην προσίεται, ἀλλ᾿ ἐκείνην γε λαμβανέτων, ὅτι οὐδὲν κωλύει ἐν δυσὶ κατηγορίαις τὸ αὐτὸ τετάχθαι. οὐ γὰρ τοῦτο ἄτοπον, ἀλλ᾿ εἰ κατὰ τὸ αὐτὸ † καὶ εἰ αὐτό τι εἰς δύο γένη κατηγοριῶν διάφορα ἀναφέροιτο καὶ μὴ ὑπάλληλα, ἐπειδὴ κατὰ ἄλλο καὶ ἄλλο σημαινόμενον οὐδεμία ἐστὶν ἀτοπία. ἐπεὶ καὶ ὁ Σωκράτης πολλὰ ἐπιδειχθήσεται ἐπιδειχθήσεται πεπονθώς· καθὸ μὲν γὰρ ἄνθρωπος οὐσία ἐστί, καθὸ δὲ τρί-