Перейти к содержанию

Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · p. 56

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: Porph.InCat.p56

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

CAG IV.1

φαλὴν ἔχοντος καταχρῆται, οἰκειότερον λέγων τὴν κεφαλὴν κεφαλωτοῦ κεφαλὴν ἢ ζῴου κεφαλήν· τοῦ μὲν γὰρ κεφαλὴν ἔχοντος σημεῖον τὸ κεφαλωτὸν φαλωτὸν εἴη ἄν· κεφαλωτοῦ γὰρ κεφαλὴ διὰ τὸ μὴ πάντα τὰ ζῷα ἔχειν κεφαλὴν ὥσπερ ἐχῖνοι καὶ ἀκαλῆφαι καὶ ὅσα τοιαῦτα. διὸ καὶ αὐτὸς ἔφη· ῾ἐνίοτε καὶ ὀνοματοποιεῖν δεῖ᾿. τὸ οὖν τῆς κατηγορίας ἐν τῇ συνηθείᾳ ἐπὶ δικαιολογίας ἐλεγκτικῆς, τῆς διὰ λόγων μηνύσεως, λαβὼν αὐτὸς τὰς τῶν λέξεων τῶν σημαντικῶν κατὰ τῶν πραγμάτων ἀγορεύρεύσεις κατηγορίας προσεῖπεν. ὥστε πᾶσα ἁπλῆ λέξις σημαντικὴ ὅταν κατὰ τοῦ σημαινομένου πράγματος ἀγορευθῆ τε καὶ λεχθῇ, λέγεται κατηγορία. ὄντος πράγματος τοῦδε τοῦ δεικνυμένου λίθου, οὗ ἁπτόμεθα ἢ ὃ ὅταν εἴπωμεν ἐπ᾿ αὐτοῦ ὅτι τόδε λίθος ἐστίν, ἡ λίθος λέξις κατηγόρημά ἐστι· σημαίνει γὰρ τὸ τοιόνδε πρᾶγμα καὶ ἀγορεύεται κατὰ τοῦ δεικνυμένου πράγματος λίθου. καὶ οὕτω ἐπὶ τῶν ἄλλων. Ἐ. Ἇρα οὖν Κατηγορίας μόνον ἐπέγραψε τὸ βιβλίον ἢ καὶ ὡς ἄλλοι Δέκα κατηγορίας; Ἀ. Οὐδαμῶς. Ἐ. Διὰ τί ἔφης οὐδαμῶς; Ἀ. Ὅτι ἄλλοι μὲν Πρὸ τῶν τοπικῶν ἐπέγραψαν, ἄλλοι δὲ Περὶ γεῶν τοῦ ὄντος, ἄλλοι δὲ Περὶ τῶν δέκα γενῶν. Ἐ. Ἆρα οὖν ὀρθῶς ἐπέγραψαν; Ἀ. Οὐδαμῶς. Ἐ. Παράστησον οὖν καθ᾿ ἑκάστην τῶν ἐπιγραφῶν τὴν ἀτοπίαν. Ἀ. Πρὸ μὲν τῶν τοπικῶν ἀτόπως ἄν τις ἐπιγράφοι· διὰ τί γὰρ Πρὰ τῶν τοπικῶν, ἀλλ᾿ οὐχὶ μᾶλλον Πρὸ τῶν ἀναλυτικῶν καὶ Πρὶ τοῦ ἑρμηνείας οὐ γὰρ τὴν τῶν τοπικῶν διδασκαλίαν προμανθάνειν δεῖ τῶν κατηγοριῶν, ἀλλὰ καὶ διὰ τὴν τῶν ἀναλυτικῶν καὶ διὰ τὴν τῶν κατηγορικῶν προτάσεων μάθησιν καὶ σχεδὸν διὰ τὰς ἄλλας πάσας μαθήσεις· στοιχειωδέστατον γὰρ τοῦτο καὶ εἰσαγωγικὸν εἰς πάντα τὰ μέρη τῆς φιλοσοφίας τὸ βιβλίον. καὶ μάλιστα πρὸ τοῦ φυσικοῦ ἄν εἴη μέρους τῆς φιλοσοφίας ἢ πρὸ τῶν ποπικῶν· φύσεως γὰρ ἔργον ποιὸν καὶ τὰ ὅμοια. Περὶ δὲ τῶν γενῶν τοῦ ὄντος ἢ Περὶ τῶν δέκα γενων ουοαμως χρη επιγραφειν. Ἐ. Διὰ τί; Ἀ, Ὁτι τὰ μὲν ὄντα καὶ τὰ τούτων γένη καὶ τὰ εἴδη καὶ αἰ διαφοραὶ πράγματά ἐστι καὶ οὐ ὁ δὲ Ἀριστοτέλης καταριθμησάμενος δέκα ταῦτα, τὴν οὐσίαν, τὸ ποιόν, τὸ ποσόν, τὰ λοιπά φησιν· ῾ἕκαστον

Источник и условия: Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.