Перейти к содержанию

Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · p. 100

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: Porph.InCat.p100

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

CAG IV.1

μένον οὐκ ἐπιδέχεται τὸ λευκὸν καὶ τὸ μέλαν, ἀλλ᾿ ἅμα τῷ ἐξελθεῖν τὸ λευκὸν συναπῆλθεν, καὶ ἅμα τῷ ἐπελθεῖν τὸ μέλαν συνεισῆλθεν· ἀλλ᾿ οὐχὶ μένει μὲν τὸ χρῶμα, ἔξεισι δὲ τὸ λευκὸν καὶ εἴσεισι τὸ μέλαν εἰς αύτό. 29i δεῖ τοίνυν καθόσον οὐσία ὁ ἄνθρωπος καὶ τὸ ζῷον σκοπεῖν, εἰ μὴ μένει ἑκάτερον καὶ ἐπιδέχεται τὰ ἐναντία ἀνὰ μέρος, ὥστε κοινὸν πάσης οὐσίας καθὸ οὐσία τῶν εναντίων εἶναι δεκτικὴν ἀνὶ μέρος. καὶ μόνης τε ταύτης ἴδιον ἂν εἴη τοῦτο, τῆς μέντοι μεταβολῆς δυναμένης γίνεσθαι καὶ οὐ τῆς ἐν τῷ εἶναι περιεχούσης τὸ ἀμετάβατον τῶν ποιοτήτων. Ἐ. Καὶ περὶ μὲν οὐσίας αὐτάρκως τὰ τοιαῦτα ἀποδέδωκας. [Περὶ ποσοῦ] διὰ τί οὖν ἡ τοῦ ποσοῦ καὶ οὐχ ἡ τοῦ ποιοῦ μετὰ ταῦτα κατηγορία; Ἀ. Ὅτι ἅμα τέ ἐστι καὶ ἕν ἐστιν ἢ πολλά, τὸ δὲ ἓν ἢ πολλὰ τοῦ ποσοῦ οὐ μὴν ἅμα τῷ εἶναι πάντως ἢ ποιόν ἐστιν ἢ πρός τι· καὶ γὰρ τὰ ποσὰ ἀριθμητά ἐστι. τὸ σῶμα, ἵνα μὲν σῶμα ᾖ, τριχῇ διαστατὸν εἶναι ὀφείλει, ἵνα δὲ ποιὸν σῶμα ᾖ, τότε λευκὸν ἢ μέλαν εἶναι ὀφείλει· προηγεῖται δὲ τὸ σῶμα εἶναι τοῦ ποιὸν εἶναι σῶμα. Ἐ. Ἔχεις οὖν καὶ ἄλλην αἰτίαν εἰπεῖν τοῦ μετὰ τὴν οὐσίαν τὸ ποσὸν εἶναι καὶ οὐκ ἄλλη τινά κατηγορίαν; Ἀ. Ἔχω. Ἐ. Τίνα ταύτην; Ἀ. Ὅτι τὰ πλεῖστα τῶν τῇ οὐσίᾳ προσόντων μᾶλλον πρόσεστι τῷ ποσῷ ἢ τοῖς ἄλλοις γένεσιν, οἷον τὸ μήτε ἐναντιότητα ἐπιδέχεσθαι μήτε τὸ μᾶλλον καὶ τὸ ἧττον· ταῦτα γὰρ οὐσίᾳ τε πρόσεστι καὶ τῷ ποσῷ. ἔπειτα τὸ ποιὸν μὲν καὶ τὰ ἐν ταῖς ἄλλαις κατηγορίαις δηλούμενα εἰ ἀφέλοις τῆς οὐσίας, καταλείποις δὲ ἐν αὐτῇ τὸ ποσόν, δύναται εἶναι ἔτι οὐσία· εἰ μέντοι τὸ ποσὸν αὐτῆς ἐξέλοις παντελῶς, τότε κατὰ τὸ συνεχὲς καὶ κατὰ τὸν διωρισμένον ἀριθμὸν οὐδὲν ἂν εἴη ἔτι. ὅλως τε πλησίον τῆς οὐσίας τὸ ποσὸν μᾶλλον ἢ τὰ ἄλλα συμβεβηκότα. ’E. Πόσαι οὖν τοῦ ποσοῦ διαφοραί; ’A. Δύο. Ἐ. Τίνες αὗται; ’A. Τὸ μὲν συνεχές, τὸ δὲ διωρισμένον. ’E. Ὅταν οὖν μετὰ ταύτην λέγῃ τὴν διαίρεσιν, καὶ τὸ μὲν ἐξ

Источник и условия: Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.