Skip to content

Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · p. 67

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Porph.InCat.p67

Tap a number or a passage to select it.

CAG IV.1

ὁμωνύμων τὸν κατὰ μεταφορὰν καὶ κατὰ ἀναλογίαν καὶ συγχέας τὸν κατὰ μεταφορὰν τῷ κατὰ ἀναλογίαν. Ἐ. Σαφῶν οὖν ἡμῖν εἰπέ, τί βούλει λέγειν. Ἀ. Φαμὶ τοίνυν κατὰ μεταφοράν ἐστιν, ὅταν μέν τι πρᾶγμα ἔχῃ ἴδιον ὄνομα, ἄλλως δὲ καταχρήσηταί τις ἐπ᾿ αὐτοῦ ἄλλῳ ὀνόματι μεταφέρων καὶ τούτῳ χρώμενος ὡς κειμένῳ ἐπ᾿ αὐτοῦ· ἐνταῦθα οὐκ ἂν εἴη ὁμωνυμία τις· ὅταν δὲ μὴ ἔχῃ ἄλλο ἀλλὰ τοῦτο, τότε γίνεται γίνεται ὁμωνυμία. οἷον ὀρῶν τὰ κάτω μέρη καλεῖται ὑπώρεια· ἀλλ᾿ ἔθ᾿ ὑπωρείας ἔναιον πολυπιδάκου Ἴδης. ταύτας τὰς ὑπωρείας ὄνομα οὔσας τῶν κάτω μερῶν τοῦ ὄρουςοἱ ποιηταὶ πολλάκις προσεῖπον πόδας· πάντες δ᾿ ἐσείοντο πόδες πολυπιδάκου Ἴδησ. ἔστι δὲ καὶ κλίνης τὰ βαστάζοντα τὸ ὅλον κοῖτος πόδες καλούμενα, ἀλλὰ καὶ τραπέζης πόδες καὶ νηός· αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων. ἐπὶ τούτων πόδα μὲν νηὸς καὶ πόδας Ἴδης οὐκ ἄν εἴποι τις ὀμωνύμως εἰρῆσθαι· ἔχει γὰρ ἡ μὲν ναῦς προσαγορευόμενον τὸ <εὐθῦν> τὴν ναῦν ἰδίως πηδάλιον. ἀλλ᾿ οὐδὲ τοῦ ὄρους τὰ κάτω πόδας ἂν εἴποιμι ὁμωνύμως λέγεσθαι· ἔχει γὰρ ὄνομα ὑπωρείας. ἐπὶ δὲ τῆς τραπέζης καὶ τῆς κλίνης οὐκ ἔτι ἂν εἴποιμι μεταφορὰν ἀλλ᾿ ὁμωνυμίαν· τοῦτο γὰρ ὄνομα ἔχει τῆς κλίνης τὸ βαστάζον τὸ ὅλον κοῖτος καὶ τῆς τραπέζης κατὰ ἀναλογίαν τῶν τοῦ ζῴου ποδῶν. οὗ χάριν ὧν ὄνομα μόνον κοινὸν δεῖν εἴρηται εἶναι ἐπὶ τῶν ὁμωνύμων, ὄνομα δὲ ἐπὶ κλίνης καὶ τραπέζης οἱ πόδες τὰ τοιάδε μέρη, ἐπὶ δὲ ὄρους καὶ νηὸς ὀνόματα μὲν ὐπώρεια καὶ πἦδάλιον, ἄλλως δὲ μετενήνεκται ἡ τῶν ποδῶν προσηγορία ἐπ᾿ αὐτῶν· κατὰ μεταφορὰν ἂν εἴη ταῦτα λεγόγενα, ὁμωνύμως δὲ οὔ. οὐδὲ γὰρ καθ᾿ ὁμοίωσιν εἴποις ἂν εἶναι ὁμώνυμα· ποίαν γὰρ ἔχειν ὁμοιότητα πρὸς ζῴου πόδας ὑπώρειαν; ἀλλὰ μετενηνεγμένως λέγεται ἡ ὑπώρεια πούς, ὀμωνύμως δὲ οὐ λέγεται, εἰ μή τι τῷ ὅρῳ προσέχοι τῶν ὁμωνύμων, ὅτι ἥ τε ἡπώρεια λέγεται ποὺς καὶ ἀνθρώπου πούς, καὶ τὸ μὲν ὄνομα κοινὸν τὸ τοῦ ποδός, ὀ δὲ λόγος ἕτεπος, κοινῶς τοῦ ὀνόματος καὶ ἐπὶ τῆς μεταφορᾶς ταττομένου. διὸ τούτου ζητῆσαι ἄξιον.

Source and terms: Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.