CAG IV.1
εὑρίσκειν, <τίνα οὐκ ἂν> ἐπιδέχοιτο τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τίνα οἷά τ’ ἂν ἐπιδέχεσθαι; ’A. <Ἀποδείκνυσιν> ὅτι ὅσα μὲν οὐκ ἐπιδέχεται τὸν τοῦ λόγον, ταῦτα οὐ δύναται λέγεσθαι μᾶλλον καὶ ἧττον· οἷον τὸ τρίγωνον οὐκ ἐπιδέχεται τὸν τοῦ τετραγώνου λόγον οὐδὲ τὸ τετράγωνον τοῦ κύκλου, καὶ διὰ τοῦτο οὐκ ἔστιν ἐν αὐτοῖς τὸ μᾶλλον καὶ τὸ ἣττον. τὸ μέντοι λευκὸν ἱμάτιον καὶ ἡ χιὼν καὶ πολλὰ λευκὰ ἐπιδέχεται <τὸν> τοῦ λόγον<>· ἐν τούτοις οὖν τὸ μᾶλλον καὶ τὸ ’E. Ἆρα οὖν πάντα τὰ τὸν αὐτὸν λόγον ἐπιδεχόμενα ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον; ’A. Οὐδαμῶς· ἐπιδέχονται μὲν γὰρ ἅπαντες οἱ κατὰ μέρος ἄνθρωποι τὸν τοῦ ἀνθρώπου λόγον, ἄνθρωπος δὲ ἀνθρώπου μᾶλλον καὶ ἧττον οὐκ ἔστιν ἄνθρωπος. τὸ δὲ μὴ ἐπιδεχόμενον τὸν αὐτὸν λόγον ἀδύνατον τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεσθαι. πρὸς γὰρ <τὰ ἐν τῷ αὐτῷ λόγῳ> συγκρίσεις αἱ κατὰ τὸ μᾶλλον καὶ ἧττον, οὐ πρὸς τὰ ἐκ<βεβηκότα τὸν αὐτὸν λόγον>. ’E. Ἀλλ᾿ εἰ μηδὲ τοῦτο ἴδιον τῆς ποιότητος, τί ἂν εἴη ταύτης ἴδιον; ’A. Τὸ ὕμοιον καὶ ἀνόμοιον· κατὰ μόνας γὰρ τὰς ποιότητας ὅμοιον ἕτερον ἑτέρου λέγεται, τὸ δὲ ὅμοιον εἶναι ἢ ἀνόμοιον κατὰ μόνας τὰς ποιότητας κατηγορεῖται ὥστε ἂν εἴη ἴδιον ποιότητος τὸ ὅμοιον καὶ ἀνόμοιον λέγεσθαι. ’E. Ἀπορήσειεν δέ τις, πῶς διεξιὼν τὰ εἴδη τῶν πρός τι καὶ τὰς ἕξεις συγκατέλεξεν αὐτοῖς, ἐν δὲ τοῖς περὶ ποιότητος εὐθὺς ἓν εἶδος ποιότητος ἔφη εἶναι ἕξιν καὶ διάθεσιν· <ἡ γὰρ ἕξις< δύο κατηγοριῶν τῆς τῶν πρός τι καὶ τῆς ποιότητος, καὶ συμβήσεται μίαν οὖσαν> τὴν ἑτέραις τῷ εἴδει χρῆσθαι ταῖς διαφοραῖς· τῶν γὰρ ἑτερογενῶν καὶ μὴ ὑπ᾿ ἄλληλα τεταγμένων ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί. δεῖ οὖν τινα αἰτίαν εὑρεῖν, ἥτις τὴν τοιαύτην ἀπορίαν λύσει. ’A. Ἀλλὰ καὶ ὁ Ἀριστοτέλης ἔγνω, ὅτι τοῦτο ταράξει πολλούς, καὶ δύο λύσεις εἰσκεκόμικε τῆς ἀπορίας.