CAG IV.1
θρώπους κάτεισιν ἡ τῶν πολλῶν ἐπιστήμη. ὥστε αἰσθητοῦ ὄντος ἔστι καὶ καθόλου αἴσθησις καὶ ἐπιστητοῦ ὄντος ἔστι καθόλου ἐπιστήμη, καὶ ἅμα τέ ἐστι τὰ πρός τι. Ἐ. Ἀλλ᾿ ἐπεὶ ἔφη ὁ Ἀριστοτέλης τὸ ὡς ἐπὶ τὸ πολὺ προϋπαρχόντων πραγμάτων τὰς ἐπιστήμας λαμβάνομεν, ἐπ᾿ ὀλίγων γὰρ ἢ ἐπ᾿ οὐδενὸς ἴδοι τις ἂν ἅμα τῷ ἐπιστητῷ τὴν ἐπιστήμην γινομένην, ἐπὶ τίνων ἅμα ἡ ἐπιστήμη συνυφίσταται; Ἀ. Φημὶ ὅτι ἐπὶ τῶν ἀναπλασμάτων· ἅμα γὰρ τῷ ἀναπλάσαι χίμαιραν ὑπέστη ἅμα καὶ ἡ ἐπιστήμη τῆς χιμαίρας καὶ τὸ φάντασμα αὐτῆς, καὶ ὁ πρῶτος γράμματα διδάξας ἅμα τῇ ἐπιστήμῃ τῶν γραμμάτων εἰσήγαγεν τὰ γράμματα, καὶ ὁ ζωγραφίαν εὑρὼν πρῶτος ἅμα τῇ ζωγραφίᾳ εἰσήγαγε τὰς εἰκόνας. Ἐ. Διὰ τί οὖν προσέθηκεν τὸ ἢ ἐπ᾿ οὐδενός; Ἀ. Ὅτι μήποτε καὶ ταῦτα ἦν ἐν τῇ φύσει, τὰς δὲ ἐπιστήμας ὕστερον ἐλάβον. Ἐ. Αἰσθήσεως οὖν μὴ οὔσης πῶς φὴς καὶ τὸ αἰσθητὸν μὴ εἶναι; Ἀ. Ὅτι φέρε αἰσθήσεως μὴ οὔσης μέλι μέν ἐστιν γευστόν, αἰσθητὸν δὲ οὐκ ἔστι, καὶ λευκὸν μὲν ἔσται, ὁρατὸν δὲ οὐκ ἔσται ὁράσεως μὴ οὔσης. Ἐ. Ἑξῆς ὁ Ἀριστοτέλης τίνα τούτοις ἐπάγει ζητήματα; Ἀ. Λέγω ὅτι ἐι κατὰ τὸν δοθέντα οἷον ὁρισμὸν ἀποδοθῇ τὰ πρός τι, ἔσται τινὰ τῆς οὐσίας τῶν πρός τι. Ἐ. Διὰ τί οἷον ὁρισμὸν εἴρηκας, καὶ τίνα τοῦτον < φής > Ἐ. Οἷον μὲν ὁρισμὸν ἔφην, ἀλλ᾿ οὐχ ὁρισμόν, ὅτι τῶν ἀνωτάτων οὐκ ἔστιν ὅρους ἀποδοῦναι, ἀνώτατα δὲ γένη τὰ ταῖς κατηγορίαις ὑποπίπτοντα. οἷον δὲ ὅρος τῶν πρός τι ἀπεδόθη τὸ εἶναι τὰ πρός τι ἐκεῖνα, < ἃ > ἅπερ ἐστὶν ἑτέρων λέγεται. κατὰ δὲ ταύτην τὴν ὑπογραφὴν ἔσονταί τινες οὐσίσι τῶν πρός τι. Ἐ. Τί οὖν ἄτοπον; Ἀ. Ὅτι τὸ μὲν πρός τι συμβεβηκός ἐστιν, ἡ δὲ οὐσία οὐδαμῶς συμβεβηκός. εἰ οὖν τῶν πρός τί τινες ἔσονται κατ᾿ αὐτὸ ὅ εἰσιν οὐσίαι, ἔσται ἡ οὐσία καθόσον οὐσία τῶν συμβεβηκότων. Ἐ. Πῶς οὖν τοῦτο ἐπιδείξεις;