Skip to content

Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · p. 137

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Porph.InCat.p137

Tap a number or a passage to select it.

CAG IV.1

νήσει ἀφροσύνην καὶ τὴν τῇ ἐλευθεριότητι ἀνελευθεριότητα καὶ τῇ εὐσεβείᾳ τὴν ἀσέβειαν καὶ τῇ ὁσιότητι ἀνοσιότητα, καὶ στερήσεις καταφατικῶς, ὡς τὴν τυφλότητα καὶ κωφότητα καὶ νωδότητα καὶ ὡχρότητα καταφατικῶς προφέρομεν στερήσεις οὔσας. ’E. Ἐὰν ζητῶμεν, ἐν ποίῳ γένει............... ἑκάστην ἐν αἷς ἐστιν ἐναντίωσις, πῶς μεθοδεύσομεν τὴν ζητουμένην καὶ ἐν ποίῳ γένει <ἐστίν, εἰ>σόμεθα; σόμεθα; ’A. Ληψόμεθα τὸ ἀντικείμενον τοῦ ζητουμένου, ὅ ἔστι γνωριμώτερον, καὶ ἐὰν ληφθῇ ἐν ποίᾳ κατηγορίᾳ κατειλημμένον, εἰσόμεθα ὅτι καὶ τούτου τὸ ἐναντίον ἐν τῇ αὐτῇ κατηγορία τακτέον ἐστίν. οἷον εἰ τὴν ἀδικίαν ζητοῖ τις ποίας ἐστὶ κατηγορίας, <ληπτέον> τὴν δικαιοσύνην· ἔστι δὲ ἡ δικαιοσύνη ποιότης· καὶ ἡ ἀδικία ἄρα ποιότης ἔσται. ὡσαύτως δὲ καὶ ἐὰν ζητῇ τις ἡ τυφλότης ποίας κατηγορίας ἐστίν, ληπτέον ἡ ὅρασις ποίας κατηγορίας ἐστίν· καὶ εἰ ποιότητος, καὶ ἡ τυφλότης ἐν αὐτῇ εἶναι λέγεται. ’E. Ἐπεὶ δὲ καὶ περὶ τοῦ μᾶλλον <καὶ τοῦ ἦττον> ἐζητεῖτο φθασάσαις κατηγορίαις εἰ ἐπιδέχονται, φήσομεν ἐπὶ τῆς ποιότητος ἆρά γε ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον; ’A. Ἐπιδέχεται μέν, ἀλλ᾿ οὔτε μόνη (ἐπεδέχετο γὰρ καὶ τὸ πρός οὔτε πᾶσα νότης γὰρ μᾶλλον καὶ ἦττον οὐκ ἂν γένοιτο οὐδὲ κύκλος μᾶλλον καὶ ἧττον οὐδὲ ἡ τελεία ἀρετή οὐδὲ τελεία τέχνη)· πολλαὶ δὲ ἄλλαι ποιότητες ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον· λευκὸν γὰρ μᾶλλον καὶ ἧττον ἕτερον ἑτέρου λέγεται. ’E. Σαφέστερον εἰπὲ καὶ εὐκρινέστερον, εἰ ἐπιδέχονται αἱ ποιότητες καὶ οἱ ἀπ᾿ αὐτῶν ποιοὶ τὸ μᾶλλον καὶ ἧττον. ’A. Καὶ πῶς ἂν γένοιτο σαφῶς τι περὶ τούτων εἰπεῖν, ὅπου γε πλείοντες γεγόνασιν αἱρέσεις περὶ τούτων. οἱ μὲν γὰρ τάς τε ἕξεις τῶν ὑλῶν πάσας καὶ τοὺς ποιοὺς ἐπίτασιν καὶ ἄνεσιν λαμ<βάνειν> ἐτίθεσαν, ὡς ἂν καὶ αὐτῆς τῆς ὕλης τὸ μᾶλλον καὶ τὸ ἧττον εἶναι <ἐπιδεχο>μένης. δὲ τῆς δόξης ἦσάν τινες τῶν Πλατωνικῶν. οἱ δὲ τινὰς μὲν ἕξεις καὶ τοὺς κατὰ ταύτας ποιοὺς..... ὑπελάμβανον μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ

Source and terms: Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.