Перейти к содержанию

Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · p. 122

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: Porph.InCat.p122

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

CAG IV.1

’A. Εἰ γὰρ τὸ πρός τι τοιοῦτόν ἐστιν, ὃ πρός τι ἕτερον λέγεται, ἔστι δὲ χεὶρ ἀνθρώπου πρός τι ἕτερον λεγομένη, γενήσεται ἡ χεὶρ τῶν πρός τι. ὡσαύτως δὲ καὶ ὁ ποὺς καὶ ὁ ὀφθαλμὸς καὶ τὰ ἄλλα μέρη, ἐξ ὧν ἕκαστος ἡμῶν συνέστηκεν. ’E. Καὶ τί οὖν ἄτοπον; ’A. Ὅτι εἰ τὰ μέρη τῶν οὐσιῶν μὴ ἔστιν οὐσίαι, καὶ τὸ ὅλον οὐκ ἔστιν οὐσία· τὸ γὰρ μὴ ἐξ οὐσιῶν συγκείμενον, οὐδὲ αὐτὸ ἔσται οὐσία. τούτου δὲ οὐδὲν ἀτοπώτερον γένοιτο. ἢ τὸν ὁρισμὸν οὖν τὸν ἀποδοθέντα διορθωτέον ἢ ἐάν περ τοῦτον ὡς ὑγιῶς ἔχοντα ἐάσωμεν, χαλεπὸν τὸ δεῖξαι οτι οὐδεμια οὐσια των προς τί ἐστιν. ’E. Πῶς οὖν ἐπιδίξεις ὅτι ἔσται κατὰ τὴν ἀπόδοσιν τῶν πρός τι τῶν οὐσιῶν τι τῶν πρός τι; ’A. Διαιρῶν τοῦτον τὸν τρόπον τὰς οὐσίας· ἐρῶ γὰρ ὅτι ἤτοι τὴν ἄτομον οὐσίαν ἢ τὰ μέρη αὐτῆς λεκτέον τῶν πρός τι, ἢ τὴν κοινήν, τοῦτ᾿ ἔστι τὰ γένη καὶ τὰ εἴδη τῶν οὐσιῶν, ἢ τὰ μέρη τῶν εἰδῶν καὶ τῶν γενῶν ἢ οὐδὲν αὐτῶν. ὅτι μὲν οὖν ἐπὶ τῶν πρώτων οὐσιῶν, τοῦτ᾿ ἔστι τῶν ἀτόμων, οὐκ ἔστιν εἰπεῖν ὅτι τῶν πρός τί ἐστί τις, οὐ χαλεπὸν δεῖξαι· ὁ γὰρ Σωκράτης οὐ λέγεται τινός τις Σωκράτης· εἰ γάρ τις ἐρεσχελῶν θεοῦ λέγοι εἶναι τὸν Σωκράτην, ἀλλὰ καὶ ἀναστρέψας ἐρεῖ τὸν θεὸν Σωκράτους εἶναι θεόν, ὅπερ ἄτοπον· ἔσται γὰρ τοῦ λίθου καὶ τῶν τυχόντων οὐσιῶν ὁ θεὸς, καὶ οὐ μόνων τῶν λογικῶν ζῴων. ἔπειτα ὡς κτήματα εἴη ἂν τοῦ θεοῦ τὰ κατὰ μέρος τῶν ἐν κόσμῳ, ζητοῦμεν δὲ οὐχὶ ὡς τὰ κτήματα εἰ εἰσὶν οὐσίαι κτημάτων τινῶν, ἀλλ᾿ εἰ καθὸ οὐσίαι εἰσὶν τινῶν οὐσίαι αἱ οὐσίαι, ὅπερ οὐκ ἔστιν ἐπιδεῖξαι ἐπὶ τῶν ἀτόμων οὐσιῶν. ἀλλὰ μὴν οὐδὲ τὰ μέρη τῶν ἀτόμων οὐσιῶν εἴη ἂν τῶν πρός τι· οὐδὲ γὰρ ἡ τινὸς χεὶρ εἴη ἂν τινὸς χείρ, ὥστε εἰπεῖν ἂν ἡ τινὸς χεὶρ τινός τις χείο ἐστιν, ἀλλὰ ἁπλῶς λέγομεν τινὸς χείρ. ἐπεὶ καὶ ἡ κεφαλὴ τινὸς λέγεται κεφαλή, ἀλλ᾿ οὐχὶ τινός Τις κεφαλή. Ἐ. Ἀλλ᾿ ὅτι μὲν οὐχ οἷόν τε εἰπεῖν ἐστι πρός τι τὰς ἀτόμους οὐσίας οὐδὲ τὰ μέρη αὐτῶν, διὰ τούτων ἀπέδειξας. ἐπίδειξον οὖν καὶ ἐπὶ τῶν δευτέρων οὐσιῶν αὐτῶν τε καὶ τῶν μερῶν αὐτῶν αὐτὸ τοῦτο συμβαῖνον. Ἀ. Ἐπὶ μὲν οὖν τῶν δευτέρων οὐσιῶν δείξαιμ᾿ ἂν τὸ αὐτὸ τοῦτο συβμαῖνον, οἷον ὁ ἄνθρωπος, ὃν κοινῶς κατηγοροῦμεν ἄνθρωπον, οὐ λέγεται

Источник и условия: Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.