Перейти к содержанию

Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · p. 89

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: Porph.InCat.p89

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

CAG IV.1

γομεν, τὸ μὴ εἶναι συμβεβηκὸς τὴν οὐσίαν· τοῦτο δὲ κοινὸν πάσης οὐσίας, ἄν τε πρώτη ἄν τε δευτέρα ᾖ· τὸ δὲ μὴ καθ’ ὑποκειμένου λέγεσθαι διαστέλλει τὰς πρώτας οὐσίας τῶν δευτέρων. αἱ μὲν γὰρ δεύτεραι οὐσίαι, εἰσὶν τὰ εἴδη τὰ γένη, καθ᾿ ὑποκειμένων τῶν πρώτων οὐσιῶν αἱ δὲ πρῶται οὐσίαι αὗται οὖσαι τὰ ὑποκείμενα τοῖς πᾶσιν οὐ λεγονται. ὥστε κοινοῦ ὄντος ταῖς † προτέραις τοῦ μὴ μὴ ἐν ὑποκειμένῳ εἶναι διαιροῦνται ἀπ᾿ ἀλλήλων τῷ τὰς μὲν δευτέρας οὔσας καθ’ ὑποκειμένου λέγεσθαι, τὰς δὲ πρώτας ἐν ὑποκειμένῳ μὴ οὔσας ὁμοίως, μηδὲ καθ᾿ ’E. Διὰ τί οὖν κυριώτατα καὶ πρώτως καὶ μάλιστα τὰς πρώτας οὐσίας λέγεσθαι οὐσίας ἔφη καὶ πρὸς τίνας ἀντιδιαστελλομένας τὰς δευτέρας; Ἀ. Ἀ. Πρώτως μὲν γὰρ οὐσίαι αἱ ἄτομοι, ὅτι αἱ καὶ πρῶται δὲ ἄλλαι δεύτεραι. κυριωτάτη δὲ καὶ πρώτη ἡ ἄτομος οὐσία λέγεται τὰ γὰρ ἄλλα πάντα τὰ μὲν καθ᾿ ὑποκειμένων τούτων λεγεται, δὲ τὰ οἰκεῖα εἴδη καὶ γένη, τὰ δὲ ἐν ὑποκειμέναις αὐταῖς ἐστιν, λέγω δὲ τὰ ἄλλα ἐννέα συμβεβηκότα. μὴ οὐσῶν οὖν τῶν πρώτων οὐσιῶν, οὐδὲν ἂν τῶν ἄλλων ὑπάρχοι. οἷον κατὰ τοῦ ἀνθρώπου τὸ ζῷον οὐκοῦν καὶ κατὰ τοῦ τινὸς ἀνθρώπου· εἰ γὰρ κατὰ μηδενὸς τῶν τινῶν ἀνθρώπων, οὐδὲ κατὰ τοῦ ἀνθρώπου ὅλως τὸ ζῷον. πάλιν τὸ χρῶμα εἰ λαὶ ἄλλο τι τῶν συμβεβηκότων ἐν σώματι ἢ καὶ ἐν οὐσίᾳ ἐστίν, ἀλλὰ ἐν τινὶ σώματι ἢ καὶ ἐν τινὶ οὐσίᾳ· εἰ γὰρ <ἐν> μηδενὶ τῶν καθ᾿ σωμάτων ἢ ουσιῶν, οὐδὲ ὲν σώματι οὐδὲ ὲν οὐσίᾳ ὅλως ἔσται. ὥστε πάντα τὰ ἄλλα καθ᾿ ὑποκειμένων τῶν πρώτων οὐσιῶν λέγεται ἢ ἐν ὑποκειμέναις ἀυταῖς ἐστι καὶ μὴ οὐσῶν τούτων τῶν οὐσιῶν ἀδύνατον τῶν ἄλλων τι εἶναι, εἰκότως αἱ τοιαῦται οὐσίαι κυριώταται καὶ πρώτως εἰσίν οὐσίαι. ’E. Διὰ τί οὖν μάλιστα; Ἀ. Ὅτι ἐν τοῖς τοῖς δέκα τὸ ὑποκείμενόν ἐστιν ἡ οὐσία, ἐν δὲ τοῖς ὑποκειμένοις τὸ μάλιστα ὑποκείμενον καὶ μάλιστα ἂν εἴη οὐσία, ἡ οὐδία μᾶλλον ὑπόκειται, ὥστε ἥδε ἂν εἴη μάλιστα οὐσία. ὑπόκειται ἅπασιν τοῖς μὲν οἰκείοις εἴδεσιν καὶ τοῖς γένεσι καθ᾿ ὑποκειμένης αὐτῆς, τοῖς δὲ δυμβεβηκόσιν ἐν ὑποκειμένῃ αὐτῇ οὖσιν. ὥστε κυριωτάτη ἂν εἴη ἡ ἄτομος οὐσία καὶ μάλιστα καὶ πρώτως ’E. Τὰς δὲ δευτέρας οὐσίας τίνας εἴρηκεν εἶναι ὁ Ἀριστοτέλης; A. Τὰ εἴδη καὶ τὰ γένη. ’E. Ἆρα οὖν ἁπλῶς πάντα τὰ εἴδη καὶ τὰ γένη;

Источник и условия: Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.