CAG IV.1
Ἀ. Καὶ πῶς οὐκ ἄτοπον ὑπογράψαι βουλόμενον...... ποί.... διὰ τὸ εἶναι ἄδ.......... δ................. δοῦ..... δ............................... γα(?)... γε.......... γενοσ(?)....... καὶ τὸ ποιὸν τὸ ἀπ............... τ. φυσική.... λισιν πε............... κ.. έ.. ν τ.. τί.... ο............................... ἔστι δὲ ποιὸν τὸ ἔχον ποιρότητα, δῆλον ὡς καὶ τὸν γνῶναι θέλοντα, τί ἐστι ποιόν, ἀναπέμψει εἰς τὴν ποιότητα. καὶ οὕτως γίνεται ποιότης μὲν ἣν ἔχει ὁ ποιός, ποιὸς δὲ ἔχων ποιότητα. ἄδηλον δὲ τίς ἡ ποιότης καὶ ὅμοιον τῷ ἐρομένου τινὸς τί ἐστι ποιότης ἀποκρίνεσθαι, ὅτι ποιότης· εἰ γὰρ ἡ ποιότης διὰ τοῦ ποιοῦ δείκνυται, τὸ δὲ ποιὸν διὰ τῆς ποιότητος, ἡ ποιότης ἔσται διὰ τῆς ποιότητος ἀποδεδειγμένη. ἀλλ᾿ εἰ μὲν ὁρισμὸς ἦν ἀποδεδομένος, ὑπῆρχεν ἁμάρτημα τὸ τοιοῦτον, ἐπεὶ δὲ οὐκ ἔστιν ὁρισμός τῶν ἀνωτάτων, οὐ χρὴ αἰτιᾶσθαι· διὰ γὰρ τοῦ γνωριμωτέρου τὸ ἧττον γνώριμον παρέστησεν· μᾶλλον γὰρ γνώριμον τὸ ποιὸν τῆς ποιότητος, τὸ γὰρ λευκὸν τῆς λευκότητος γνωριμώτερον καὶ ὁ γραμματικὸς τῆς γραμματικῆς. Ἐ. Ἀλλ᾿ εἰ τὰ ὁμωνύμως λεγόμενά φησιν αὐτὸς πλεοναχῶς λέγεσθαι, πῶς πλεοναχῶς λέγεσθαι τὴν ποιότητά φησιν ὁ Ἀριστοτέλης; Ἀ. Οὐχὶ τῶν ὁμωνύμων λέγω ἂν εἶναι τὴν ποιότητα· τῶν δὲ ὁμωνύμων κατὰ ταὐτὸν οὐδὲν δήπου γένος, ὥστε οὐδὲ τῆς ποιότητος ἓν ἂν εἴη γένος. ἀλλὰ τὸ πλεοναχῶς λέγεσθαι ἓν μὲν σημαίνει τὸ ὁμωνύμως, ἕτερον δὲ τὸ διαφόρως λέγεσθαι. νῦν δὲ οὐ τὸ σημαῖνον τὸ ὁμωνύμως λέγεσθαι εἴληπται ἀλλὰ τὸ διαφόρως. εἰ μὲν οὖν τὸ πλεοναχῶς εἴληπτο ἀντὶ τοῦ ὁμωνύμως, ἡ διαίρεσις ἐγένετο φωνῆς εἰς σημαινόμενα, ἐπεὶ δὲ τὰ πολεοναχῶς πολλαχῶς εἴληπται ἀντὶ τοῦ τοῦ διαφόρως, ἡ διαίρεσις αὐτῷ γίνεται γενους εις ειοη. Ἐ. <Διὰ> τί λέγεις> ὅτι γένους εἰς εἴδη ποιεῖται τὴν διαίρεσιν φωνῆς εἰς σημαινόμενα; Ἀ. Ὅτι ἐπήγαγεν· ἓν μὲν οὖν εἶδος ποιότητος ἕξις καὶ διάθεσις λεγέσθωσαν, ἀλλ᾿ οὐχὶ ἔφη· ἓν μὲν οὖν σημαινόμενον ποιότητος· τητος· τὰ μὲν γὰρ ὁμώνυμα εἰς σημαινόμενα διαιρεῖται διάφορα, τὰ δὲ μὴ ὁμώνυμα ἀλλὰ γένη εἰς εἴδη διαιρεῖται διάφορα. εἰδῶν δὲ μέμνηται διαφόρων, ἀλλ᾿ οὐχὶ σημαινομένων. ὥστε τῷ πολλαχῶς λέγεσθαι οὐ τὸ ὁμωνύμως λέγεσθαι παρίστησιν ἀλλὰ τὸ διαφόρως. Ἐ. Πόσα ποιότητος εἴδη;