CAG IV.1
τοὺς Ἔλληνας ἦλθεν, οἶον ἡ γεωμετρία καὶ ἡ ἀριθμητικὴ καὶ ἠ ἀστρο. νομία· ἀλλ' ὅμως ἦν ἐπιστητά, καίπερ τῶν Ἑλλήνων αὐτὰ μὴ ἐπισταμενων. ’E. Ἄν δὲ καὶ μηδενὸς φιλοπονεῖν ἐθέλοντος ἀπόληται γεωμετρία, ἆρα διὰ τοῦτο οὐκ ἔστι τὰ γεωμετρικά; Ἀ. Οὐδαμῶς· ἐπεὶ καὶ ἐν τῇ μουσικῇ τὸ μὲν πάλαι τοῦ διεσιαίου διαστήματος ἤκουον οἱ μουσικοί, ὕστερον δὲ ἀμεληθείσης τῆς ἐναρμονίου μελῳδίας, καθ' ἣν τὸ διεσιαῖον διάστημα ἐμελῳδεῖτο, οὐκέτι τοῦ τοιούτου αἴσθησίς ἔστι διαστήματος. καὶ δῆλον ὅτι ἐν τῇ φύσει ἐστὶ τὸ αἰσθητὸν τοῦτο διάστημα, εἰ καὶ ἡ αἴσθησις ἐκλέλοιπεν. Ἀριστοτέλης δὲ ἐπιστητοῦ; μὲν ὄντος, ἐπιστήμης δὲ αὐτοῦ μὴ οὔσης μέμνηται τὸ τοῦ κύκλου τετραγωνισμόν. ἔστι δὲ τὸ τοιοῦτον ζήτημα, ὅποῖον ἐζητεῖτο παρὰ τοῖς παλαιοῖς, εἰ ὥσπερ τῶν ἄλλων σχημάτων ἔστι τοσοῦτον χωρίον περιλαβεῖν, ὅσονπερ ὁ κύκος, οὕτως καὶ ἐπὶ τοῦ τετραγώνου. καὶ φαίνετα μὲν ὅτι ἔστι τις ἀπόδειξις, καθ' ἣν ἔστι τετράγωνον σχῆμα κύκλῳ περιλαβεῖν ὥσπερ καὶ ἄλλα σχήματα, οὐχ εὕρηται δὲ πῶς, ἢ εἰ καὶ εὕρηται, ὥς φασί τινες, ἀλλ' ἐπὶ Ἀριστοτέλους οὔπω εὕρητο. ὥστε ὄντος ἐπιστητοῦ τοῦ παραλαβεῖν τετράγωνον χωρίον κύκλῳ οὐδέπω ἡ ἐπιστήμη εὕρητο. ἐπεὶ καὶ τὸ τὰ ἐκλείψεις τοῦ ἡλίου καὶ τῆς σελήνης γνῶναι καὶ προειπεῖν ἔστιν o μέν, ὥσπερ καὶ εὕρηται, πρὸ μέντοι θαλοῦ οὐδέπω ἦν ὄντος τοῦ ἐπιστηντοῦ. ἀλλὰ τὸ μὲν ἐπιστητὸν ἀναιρεθὲν ἀνέλοιλ ἂν καὶ τὴν ἐπιστήμην, ἐπιστήμη δὲ ἀναιρεθεῖσα οὐκ ἂν ἀνέλοι τὸ ἐπιστητόν. πρότερον ἄρα τὸ ἐπιστητόν, ὑστέρα δὲ ἡ ἐπιστήμη, πρός τι δὲ ὄντα, οὐχ ἅμα. ωστε οὐκ ἐν πᾶσι τοῖς πρός τι εἴη ἂν τὸ ἅμα φύσει, ὥστε οὐδὲ ἴδιον ἂν εἴη τοῦτο των προς τι. ’E. οὖν ouv κατ’ ἀλήθειαν οὕτως ἔχει; ’A. Οὐδαμῶς· οὐδὲ γὰρ τὸ αἰσθητὸν καθὸ αἰσθητὸν μένει ἢ ἔστιν μὴ οὔσης αὐτοῦ αἰσθήσεως, οὐδὲ τὸ ἐπιστητὸν καθὸ ἐπιστητὸν μένει ἢ ἔστιν μὴ οὔσης αὐτοῦ ἐπιστήμης. ἀλλ' εἰ μὲν ἔστιν ἐπιστητόν, δυνάμει ἔσται μὴ οὔσης αὐτοῦ ἐπιστήμης, ἐνεργείᾳ δὲ οὐκ ἔσται ἐπιστητόν, ἐὰν μὴ καὶ ἡ ἐπιστὴμη ᾖ αὐτοῦ. ἀλλ' εἰ δυνάμει ἐστὶ ἐπιστητόν, ὅτι δύναται αὐτοῦ ἐπιστήμη γενέσθαι, δυνάμει ἂν εἴη καὶ ἡ ἐπιστήμη, ὅτι δύναται αὐτοῦ ἐπιστή<μη εἶναι>. μήποτε δὲ καὶ ἐν ἀνθρώποις μὴ εἴη ἐπιστήμη τινὸς ἐπιστητοῦ, ἀλλ' ἐν τῇ φύσει ἐστὶν ἡ ἐπιστήμη πάντων τῶν ἐπιστητῶν νοῦ τοῦ ἀιδίου καὶ πάντα ἐπισταμένου τὰ ὄντα, καὶ ἀεὶ εἰς τοὺς ἀνδὲ