CAG IV.1
Ἀ. Ὅτι καὶ ἄλλα ἔδειξε τῇ ποιότητι ὑπάρχοντα· πρὸς οὖν τοῖς <ἄλλοις> εἰδέναι φησὶ χρή, ὅτι καὶ ἐναντιότης αὐτῇ Ἐ. Ἆρα οὖν καὶ πάσῃ καὶ μόνῃ; Ἀ. Οὐδαμῶς· <ὅτι μόνῃ> μὲν γὰρ ἡ ἐναντιότης οὐχ ὑπάρχει, δῆλον ἐκ τοῦ καὶ τῇ τῶν πρός τι <προσεῖναι>, οὐ πάσῃ δέ, ὅτι οὔτε τῇ κατὰ σχῆμα ποιότητι οὔτε τῷ ὐχρῷ ἢ τῷ <πυρρῷ ἢ τῷ μελαν>ίζοντι τῷ ἴζοντι ἢ τινι ἄλλῃ χροιᾷ ἐστί τι ἐναντίον τῶν μεταξύ, καίτοι τὸ μέλαν τῷ λευκῷ ἐναντίον· ἄκρα <ἄκρα γάρ>· τοῖς δὲ μέσοις οὐδὲν ἐναντίον, ὡς εἴρηται. Ἐ. Πῶς τῇ κατὰ σχῆμα ποιότητι οὐκ ἔστι τι ἐναντίον; Ἀ. Ὅτι μήτε τῷ τριγώνῳ ἐστί τι ἐναντίον μήτε τῷ τετραγώνῳ σχήματι ἤ τινι τῶν τοιούτων. Ἐ. Ἆρα οὖν καὶ τοῖς ποιοῖς τοῖς κατὰ τὰς ἐπιδεχομένας ποιότητας τις ἐναντίωσίς ἐστιν; Ἀ. Οἷον δικαιοσύνη ἀδικίᾳ ἐναντίον * * * καὶ τὸ λευκὸν καὶ] τῷ μέλανι ἐναντίον. ’E. Κἂν θάτερον ποιὸν ᾖ <τῶν ἐναντίων>, ἆρά γε καὶ αὐτὸ εσται; Ἀ. Ναί. ’E. Πῶς. ’A. Ei γὰρ ἡ δικαιοσύνη ἐναντία τῇ ἀδικίᾳ ἐστὶ καὶ ἡ δικαιοσύνη ποιότης, καὶ ἡ ἀδικία πάντως ποιότης ἔσται. ’E. Διὰ τί οὖν ἔφη <εἰ> ἡ δικαιοσύνη ἐναντία τῇ ἀδικίᾳ οὐχὶ ἐπεὶ ἡ δικαιοσύνη ἐναντία τῇ ἀδικίᾳ; ’A. Ὅτι ἦσάν τινες οἳ τῇ δικαιοσύνῃ οὐκ ἐδίδοσαν ἐναντίαν εἶναι τὴν ἀδικίαν, ἀλλὰ τὴν μὲν ἐναντίαν ἕξιν ἀνώνυμον εἶναι, τὴν δὲ ἀδικίαν στέρησιν εἶναι καὶ οὐχ ἕξιν· τὰς γὰρ ἕξεις καταφατικῶς δεῖν προσαγορεύειν, τὰς δὲ στερήσεις ἀρνητικῶς. ’E. Ἆρα οὖν καλῶς διατάττονται οἱ τούτων >; ’A. Οὐδαμῶς· καὶ γὰρ τὰς ἕξεις στερητικῶς προσαγορεύομεν πολλάκις, ὥσπερ τὴν τῇ σωφροσύνῃ ἐναντίαν ἕξιν ἀκολασίαν καὶ τὴν τῇ φρο-