CAG IV.1
’E. Τίνα ταῦτα: Ἀ. Τὸ ὡς ἑν τόπῳ, τὸ ὡς ἐν ἀγγείῳ, τὸ ὡς ἐν ὅλῳ τὸ μέρος τὸ ὡς ἐν τοῖς μέρεσι τὸ ὅλον καὶ τὸ ὡς ἐν τῷ γένει τὸ εἶδος καὶ τὸ τῷ εἴδει τὸ γένος καὶ τὸ ὡς ἐν τέλει καὶ τὸ ὡς ἐν τῷ ὡς ἐν τῇ ὕλῃ τὸ εἶδος. Ἐ. Ποῖον οὖν τούτων τῶν ἐννέα λαμβάνεται ἐν τῷ ὑποκειμένῳ ἔν ’A. Τὸ ὡς ἐν τῇ ὕλῃ Τὸ ’E. Διὰ τί: Ἀ. Ὅτι μόνα τὰ εἴδη τῶν ὑλῶν ἀχώριστά ’E. Ἅμα οὖν καὶ ὁ Ἀριστοτέλης τῶν ἐννέα Ἀ. Οὐδαμῶς, ’E. Ἀλλὰ Ἀ. Δύο μόνων. τοῦ τε ὄντος ἔν τινι ὡς ἐν ὅλῳ εἶναι μέρος καὶ τοῦ ἐν ἀγγείῳ ὄντος· ἔφη γὰρ ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον· οὐ γὰρ οὕτως ἐστὶν ἐν ὑποκειμένῳ ἔν τινι, ὥσπερ ἐν τῷ ὅλῳ τὸ μέρος. οὖδὲ μὴν οὕτως, ὡς τὸ ἐν ἀγγείῳ· τὰ μὲν γὰρ ἐν ἀγγείῳ δύναται χωρὶς ἐκείνων σωζόμενα ἐν οἶς ἔστιν, τὸ δὲ συμβεβηκός, ὅπερ ἐν ὑποκειμένῳ, ἔφη ἀδύνατον χωρὶς εἶναι ἐκείνου ἐν ἐν ᾧ ἔστιν, οὐχ ὅτι χωρίζεται ἡ λευκότης φέρε τοῦ σώματος καὶ τὸ σχῆμα τοῦ χαλκοῦ, ἀλλ᾿ ὅτι οὐ σωζόμενον χωρίζεται ὡς ὁ οἶνος ἐκ τοῦ ἀγγείου, ἀλλ᾿ ὅτι φθείρεται, οὐδὲ χωρίζεται οὖν, ἀλλὰ μόνον φθείρεται. ’E. Ἐπεὶ τοίνυν σαφῆ πεποίηκας τὴν διαίρεσιν καὶ τὰ ἐν αὐτῇ ῥηθέντα, ἔτι μοι τοῦτο εἰπέ· ἐνὸν γὰρ πολλαχῶς ἐκθέσθαι τὴν διαίρεσιν, καὶ γὰρ οὕτως ἦν εἰπεῖν· ἐρῶ διὰ τῶν ὀνομάτων, λέγων ὅτι τῶν ὄντων καθόλου συμβεβηκότα, τὰ δὲ καθόλου οὐσίαι, ἢ ἔμπαλιν τὰ μὲν καθόλου οὐσίαι, τὰ δὲ καθόλου συμβεβηκότα, ἢ τὰ μὲν ἐπὶ μέρους τὰ δὲ ἐπὶ μέρους οὐσίαι, ἢ ἔμπαλιν τὰ μὲν ἐπὶ μέρους οὐσίαι, τὰ δὲ ἐπὶ μέρους συμβεβηκότα· ἐνὸν οὖν πολλαχῶς οὕτως εἰπεῖν, ὅτι τῶν μὲν καθόλου οὐσίαι, τὰ δὲ ἐπὶ μέρους οὐσίαι, τὰ δὲ καθόλου συμβεβηκότα, τὰ ἐπὶ μέρους συμβεβηκότα· ἐνὸν δὲ καὶ οὕτως, τῶν ὄντων τὰ καθόλου οὐσίαι, τὰ δὲ ἐπὶ μέρους συμβεβηκότα, ἢ ἔμπαλιν τὰ μὲν ἐπὶ μέρους συμβεβηκότα, τὰ δὲ καθόλου οὐσίαι, καὶ τὰ μὲν καθόλου συμβεβηκότα, τὰ δὲ ἐπὶ μέρους οὐσίαι, ἢ ἔμπαλιν τὰ μὲν ἐπὶ μέρους τὰ δὲ καθόλου συμβεβηκότα· ἐνὸν οὖν πολλαχῶς οὕτως διελεῖν, εἰπὲ τοίνυν, ὁ Ἀριστοτέλης κατὰ ποίαν τάξιν τὴν διαίρεσιν Ἀ. Κατὰ τὴν χιαστὴν Ἐ. Τίς γάρ ἐστιν ἡ χιαστή;