Skip to content

Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · p. 93

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Porph.InCat.p93

Tap a number or a passage to select it.

CAG IV.1

’E. Διὰ τί: Ἀ. Ἔγγιον γὰρ τὸ εἶδος τῇ ἀτόμῳ οὐσιᾳ ἢ τὸ γένος. ἐὰν γὰρ τὴν πρώτην οὐσίαν ἀποδιδῷ τις τί ἐστιν, ἔγγιον ἀποδιδοῖτο τὸ εἶδος ἢ τὸ γένος, οἷον ἄνθρωπός ἐστιν ἢ ὅτι ζῷον· τὸ δὲ τῇ μᾶλλον οὐδσίᾳ ἔγγιον καὶ αὐτὸ ἄν μᾶλλον οὐσία· τὸ μὲν γάρ ἔγγιον καὶ ἴδιον μᾶλλον τοῦ τινὸς ἀνθρώπου, λέγω δὲ ὁ ἄνθρωπος, κοινότερον δὲ τὸ ζῷον. ’E. Εἰπὲ καὶ ἄλλην αἰτίαν, καθ’ ἣν δείξεις μᾶλλον τὸ εἶδος οὐσίαν ἢ τὸ γένος. ’A. ’Επεὶ γὰρ ὡς αἱ πρῶται οὐσίαι διὰ τὸ τοῖς ἄλλοις ἄπασιν ὑποκεῖσθαι καὶ πάντα τὰ ἄλλα † κατ’ αὐτῶν ἢ καθ’ ὑποκειμένου κατηγορεῖσθαι ἢ ἐν αὐταῖς ὡς ἐν ὑποκειμέναις εἶναι διὰ τοῦτο μάλιστα οὐσίαι λέγονται, οὅτω καὶ τὸ εἶδος ἔχει. ὡς γὰρ αἱ πρῶται οὐσίαι πρὸς τὸ εἶδος καὶ τὸ γένος ἔχουσιν, οὔτω καὶ τὸ εἶδος πρὸς τὸ γένος, καὶ πάλιν ὡς αἱ πρῶται οὐσίαι πρὸς τὰ συμβεβηκότα ἔχουσιν, οὕτω καὶ τὸ εἶδος ἔχει. ὑπόκειται γὰρ τὸ εἶδος τῷ μὲν γένει καθ’ ὑποκειμένου κατηγορουμένῳ αὐτοῦ, τὰ γὰρ γένη τῶν εἰδῶν οὕτω κατηγορεῖται· ὁμοίως δὲ καὶ τοῖς συμβεβηκόσιν ὑπόκειται τὸ εἶδος καὶ ἔστιν ἐν τούτοις ὡς ὑποκείμενον. ὥστε καὶ ἐκ τούτων τὸ εἶδος μᾶλλον οὐσία. αὐτῶν μέντοι τῶν εἰδῶν καὶ τῶν γενῶν ὅσα μὴ ὑπάλληλα ὄντα ἐστὶ οὐθὲν μᾶλλον τὸ ἕτερον τοῦ ἑτέρου οὐσία ἐστίν, κἂν τὸ μὲν τῇ ἐξίᾳ ὑπερίεχῃ, τὸ δὲ λείπηται· οὐθὲν γὰρ οἰκειότερον κατὰ τινὸς ἀνθρώπου ἄνθρωπον ἀποδιδοὺς ἢ κατὰ τινὸς ἵππου τὸν ἴππον. οὕτως δὲ ἔχει καὶ ἐπὶ τῶν πρώτων οὐσιῶν· οὐ γὰρ ἐπεὶ ἀξίᾳ 6 Σωκράτης τοῦ Βουκεφαλᾶ ἵππου ἀξιώτερος, διὰ τοῦτο οὖν μᾶλλον οὐσία λέγοιτο ὁ Σωκράτης τοῦ Βουκεφαλᾶ. Ἐ. Ἀλλὰ ἄχρι μὲν δὴ τούτων τερὶ τῶν πρώτων οὐσιῶν καὶ τῶν δευτέρων διελέχθης, χρὴ δέ σε καὶ τὸ ἴδιον τῆς οὐσίας εἰπεῖν· ἐπήγγελσαι γὰρ τοῦτο παραστῆσαι, ὅτε ὅρους μὲν ἔφης μὴ ἐνεῖναι παραδοῦναι αὐτῆς, παραδείγματα δὲ καὶ τά ἴδιον. καὶ δέδωκας μὲν καραδείγματα, τὸ δὲ ἴδιον παραδοῦναι ὀφείλεις. οὐκοῦν χρὴ πρῶτον ὑπογράψαι τί ἐστιν ἴδιον· ὑπόγραψον Ἀ. Λέγω τοίνυν τριχῶς μὲν λέγεσθαι τὸ ἴδιον, τῶν δὲ τριῶν ἕνα εἶναι τὸν κυριώτατον.

Source and terms: Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.