Skip to content

Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · p. 62

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Porph.InCat.p62

Tap a number or a passage to select it.

CAG IV.1

Ἀ. Ὅτι τὸ ὄνομα οὐ μόνον ἐπὶ τῶν ἰδίως ὀνομαστικὸν ἐχόντων τάττεται, ὧν προτίθεται τὰ ἄρθρα, ἀλλἀ ἐπὶ παντὸς μέρους διὰ τὸ καὶ ταῦτα, ὅταν ἐξετάζωνται εἰ ἔστιν ὁμώνυμα, μετὰ ἄρθρου αὐτῶν λέγεσθαι καὶ κλίνεσθαί γε ὡς τὰ μονόπτωτα· φαμὲν φαμὲν γὰρ ὅτι ῾τῷ ἀνδραποδίζεσθαι ὁμωνύμῳ ὄντι᾿ καὶ τὰ ἑξῆς. εἴληπται οὖν ὄνομα κοινῶς ἐπὶ παντὸς μέρους λόγου ταττόμενον. Ἐ. Ἀλλὰ πὼς μὲν ἐλήφθη αὐτῷ τὸ ὄνομα, ἐξηγήσω· τὸ δὲ μόνον ποῖον ὑπακούειν δεῖ, ἆρα τὸ δηλοῦν τὸ ἕν, ὥσπερ φαμὲν ὅτι ῾μόνος ἐστὶν ὁ κόσμος᾿ ἀντὶ τοῦ ῾εἷς ἐστιν᾿, ἢ τὸ δηλοῦν τὴν πρὸς ἕτερον ἀντιδιαστολήν, ὅταν λέγωμεν ῾οὗτος χιτῶνα μόνον ἔχει᾿, ἔνθα δἐ οὐκ ἔχει᾿ ἢ τι τοιοῦτον; Ἀ. Λέγω ὅτι τὸ κατὰ ἀντιδιαστολὴν τιθέμενον μόνον εἴληπται. Ἐ. Πρὸς οὖν τινος ἀντιδιαστολὴν εἴρηται; Ἀ. Πρὸς ὅρον φημί· ἐπεὶ γὰρ πᾶν πρᾶγμα καὶ ὄνομα ἔφαμεν καὶ ὁρισμόν, πρὸς ἀντιδιαστολὴν οὖν τοῦ ὁιρισμοῦ τὸ μόνον εἴληπται· τὰ ὁμώνυμα τὸ ὄνομα μὲν ἔχει κοινόν, οὐκ ἔτι δὲ τὸν λόγον τὸν ὁριστικόν. E. Τὸ κοινὸν πῶς εἴληπται; πρῶτον δὲ εἰπέ, ποσαχῶς λέγεται κοινόν; Ἀ. Λέγω ὅτι πολλαχῶς· κοινὸν γὰρ ὡς ἄρτος καὶ οἶνος, εἰ εἶς εἴη τῶν διαιρούντων, καὶ τὰ χρήματα κοινὰ εἰς μέρη εἶναι διαιρετὰ τῶν ὄντων. λέγεται δὲ κοινὸν καὶ τὸ εἰς μέρη μὲν οὐ διαιρετόν, εἰς δὲ τῆν χρῆσιν ὑπὸ πολλῶν παραλαμβανόμενον ὡς ἵππος καὶ οἰκέτης κοινὸς πλείοσιν ἀδελφοῖς. λέγεται κοινὸν καὶ τὸ τινὸς γινόμενον καὶ μετὰ τὴν χρῆσιν ἀναπεμπόμενον εἰς τὸ κοινόν, οἷον δή τί ἐστι τὸ βαλανεῖον καὶ τὸ θέατρον. λέγεται δὲ κοινὸν τὸ ὅλον ἅμα εἰς χρῆσιν ἐρχόμενον πολλῶν ἀδιαιρέτως· οὕτως γὰρ διὰ τῆς τοῦ κήρυκος φωνῆς κοινὴ ἡ χρῆσις τοῖς ἐν τῷ θεάτρῳ μὴ διαιρουμένης τῆς εἰς ἐλάχιστα φωνῆς καθ᾿ ἕκαστον τῶν Ἐ. Κατὰ ποῖον οὖν σημαινόμενον τὸ κοινὸν εἴληπται; ’A. Κατὰ τὸ τελευταῖον λέγω, καθ᾿ ὃ κοινὴ χρῆσις γίνεται ἅμα ταὐτοῦ ὅλου ἀδιαιρέτου μένοντος· ἡ γὰρ Αἴας φωνὴ κοινὴν ἔχει χρῆσιν καὶ ἐπὶ τοῦ Ὀϊλέως παιδὸς καὶ ἐπὶ τοῦ Τελαμῶνος ὅλη λαμβανομένη καὶ ἀδιαίρετος μένουσα ἐπ᾿ ἀμφοτέρων. Ἐ. Ἀλλὰ πῶς μὲν εἴρηται ὁμώνυμα ὅτι ὧν ὄνομα μόνον κοινόν, ἅ δὲ έξῆς ἐπήγαγεν ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος,

Source and terms: Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.