Перейти к содержанию

Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · p. 79

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: Porph.InCat.p79

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

CAG IV.1

Ἀ. Λέγω ὃτι ἡ οὐσία συμβεβηκὸς ἀντιδιαιροῦσα καὶ τὸ καθόλου ἐπὶ μερους. Ἐ. Σαφέστερον εἰπὲ ὃ λέγεις. Ἀ. Τὸ γὰρ οὓτως διελεῖν καὶ εἰπεῖν, τῶν ὄντων τὰ μὲν ἢ καθόλου οὐσίαι ἢ ἐπὶ μέρους συμβεβηκότα, καὶ τὰ μὲν<ἢ>καθόλου συμβεβηκότα ἢ ἐπὶ μέρους οὐσίαι, χιάζοντος ἦν καὶ μήτε τὰ καθόλου κατὰ στοῖχον ἀριθμοῦντος μοῦντος μέτε τὰ κατὰ μέρος, μήτε τὰς οὐσίας κατὰ στοῖχον μήτε τὰ συμβεβηκότα. Ἐ. Καὶ πόθεν δῆλον ὅτι οὓτως διεῖλεν: Ἀ. Ὃτι τὰ ἐξηγητικὰ αὐτῶν ὀνόματα παραλαμβάνων ἃ συνέπλεξεν οὓτως ἐξέθετο, ὡς ἀπεδείχθη. Ἐ. Ἀλλ᾿ εἰ τὰ συμβεβηκότα ἔν τινι μὴ ὡς μέρος ὑπάρχοντα ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἔστιν, πῶς ὁ Σωκράτης ἐν τόπῳ ὢρ καὶ μὴ ὡς μέρος ὑπάρχων τοῦ τόπου μηδέποτε δυνάμενος χωρὶς τόπου εἶναι οὐκ ἄν εἴη συμβεβηκός; Ἀ. Ὃτι τὸ συμβεβηκὸς ἔν τινι σώματι ὂν οὐ δύναται ἀπολιπεῖν τοῦτο τὸ σῶμα καὶ ἐν ἄλλῳ καὶ ἄλλῳ γενέσθαι, ὁ δὲ Σωκράτης τόπου μὲν οὐ χωρίζεται, τοῦδε δὲ τοῦ τόπου χωρίζεται. Ἐ. Τί οὖν ἡ τούτων διαφορά; Ἀ. Ὃτι ἀεὶ μὲν ἐν τόπῳ ὁ Σωκράτης, ἀπολιπὼν δὲ τὸν πρότερον ἐν ἑτέρῳ καὶ ἑτέρῳ ἐστί, τὸ δὲ ἐν ὑποκειμένῳ οὐδενὶ τρόπῳ ἀπολείπεται τοῦ ἐν ᾧ ἔστιν. Ἐ. Ἀλλὰ πῶς οὐκ ἄτοπον λέγειν μὴ χωρίζεσθαι τὰ συμβεβηκότα σαφῶς καὶ τῆς εὐωδίας χωριζομένης τοῦ μήλου καὶ τῆς γλυκύτητος; Ἀ. Μὴ γὰρ ὁ Ἀριστοτέλης ἔφη ἀδύνατον χωρίζεσθαι. Ἐ. Ἀλλὰ τί ἔφη; Ἀ. Ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἔστιν. ἄλλο δέ ἐστι τὸ χωρίζεσθαι καὶ ἄλλο τὸ χωρὶς εἶναί τινος· οὐδὲ γὰρ ἔφη ἀδύνατον χωρὶς εἶναι ἐκείνου ἐν ᾧ ἦν, ἀλλὰ ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἔστιν. ἡ γὰρ εὐωδία χωρίζεσθαι μὲν δύναται τοῦ ἐν ᾧ ἔστι, χωρὶς δὲ εἶναι καθ᾿ αὑτὴν οὐχ οἵα τέ ἐστιν, ἀλλ᾿ ἢ φθείρεται ἢ μεταδίδοται εἰς ἄλλο ὑποκείμενον. ὃτι γὰρ χωρὶς εἶναι καθ᾿ αὑτὸ ἄνευ ὑποκειμένου τινὸς θεωρούμενον ἀμήχανον τὸ συμβεβηκός, τοῦτο ἐπεσημήνατο, ἀλλ᾿ οὐχ ὅτι χωρίζεσθαι ἀδύνατον. Ἐ. Ἀλλὰ τί μὲν τὸ ἐν ὑποκειμένῳ, διὰ τοῦ δοθέντος ὅρου ἐδίδαξεν· λείπεται οὖν διδάξαι, καὶ τί τὸ καθ᾿ ὑποκειμένου λέγεσθαι. ποῦ τοίνυν περὶ τούτου ἐδίδαξεν;

Источник и условия: Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.