Перейти к содержанию

Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · p. 126

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: Porph.InCat.p126

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

CAG IV.1

εἶναι τοῖς πρός τι ταὐτὸν τῷ πρός τί πως ἔχειν, κἀκεῖνο οἶδεν, πρὸς ὃ τοῦτό πως ἔχει, ὅτι τὰ τέσσαρα πρὸς τὰ δύο τὸν διπλασίονα λόγον ἔχει. εἰ δὲ μὴ οἶδεν ὅλως, πρὸς ὅ πως ἔχει, οὐδ᾿ ὅτι πρός τί πως ἔχει εἴσεται· ἀμήχανον γὰρ εἰδέναι μὲν ὅτι διπλάσιά ἐστι τὰ τέσσαρα, μὴ εἰδέναι δὲ ὅτι τῶν δύο διπλάσιά ἐστι. καὶ εἰ οἶδεν ὅτι πατήρ ἐστι Σωφρονίσκος ὡρισμένως, οἶδεν καὶ ὅτου πατήρ ἐστιν, ὅτι Σωκράτους, καὶ τὸν Σωκράτην ὅτι υἱὸς Σωφρονίσκου εἴσεται. Ἐ. Ἀλλ᾿ ἐπεὶ ἐπὶ τῶν πρός τι τοῦτο ἀπεδείχθη, τι ἐκ τούτων συμβήσεται ὧν εἴρηκας, τί συμβήσεται; Ἀ. Τὰ τῶν οὐσιῶν μέρη αὐτὰ μὲν ἅπερ ἐστὶν ὡρισμένως εἴσεταί (Ttc), < τις >, πρὸς ἃ λέγεται δὲ οὐκ ἀναγκαῖον ὡρισμένως εἰδέναι. δεικνυμένης γὰρ φέρε χειρὸς ὅτι μέν τινός ἐστιν χεὶρ ὁρίσειεν ἂν τις, τίνος δέ, πότερον Δίωνος ἢ Θέωνος ἤ τινος ἄλλου τῶν κατὰ μέρος, οὐκ ἂν εἰδείη καίτοι ὁρῶν αὐτὴν καὶ δεικνὺς ὅτι αὕτη χείρ ἐστιν. ἀλλ᾿ εἰ τὰ πρός τι ἀόριστα μὲν πρὸς ἀόριστα λέγεται, ὡρισμένα δὲ πρὸς ὡρισμένα, τὰ δὲ τῶν οὐσιῶν μόρια ὡρισμένως γινωσκόμενα πρὸς ἃ λέγεται οὐκ ἀναφέρεται ὡρισμένως, οὐκ ἂν εἴη τὰ τοιαῦτα τῶν πρός τι. τὴν γὰρ κεφαλὴν καὶ τὴν χεῖρα καὶ ἕκαστον τῶν τοιούτων, ἅ εἰσιν οὐσίαι, αὐτὸ μὲν ὅπερ ἐστὶν ὡρισμένως ἔστιν εἰδέναι, πρὸς ὃ δὲ λέγεται, οὐκ ἀναγκαῖον. τίνος γὰρ αὕτη ἡ κεφαλὴ ἢ τίνος ἡ χείρ, οὐκ ἔστιν εἰδέναι ὡρισμένως· οὐκ ἂν οὖν εἴη ταῦτα τῶν πρός τι. περὶ δὲ τούτων ἦν ἡ ἀμφισβήτησις μόνον, εἰ οὐσίαι ὄντα τῶν πρός τι ἂν εἴη. ἀλλ᾿ εἰ μηδὲ < ταῦτα > τις οὐσία οὐδὲ τὰ μέρη αὐτὰ < δηλα >δὴ καθόσον οὐσίαι τῶν προς τί ἐστιν. Ἆρα οὖν ἀποφαι.... π..... τι ο ὅρ....δ. οὐσία τῶν πρός τι; Ἐ. Σφοδρῶς μὲν οὐκ ἀξιοῖ ὁ Ἀριστοτέλης μὴ πολλάκις ἐπεσκεμμένους, τὸ μέντοι ἠπορηκέναι ἐφ᾿ ἑκάστου αὐτῶν οὐκ ἄχρηστον εἶναι. δυνατὸ γάρ τινα εἰπεῖν κἀπὶ τῶν μερῶν ὅτι ὡρισμένως εἴσεται· ὁ γὰρ ἰδὼν τίς ἡ χείρ ἐστιν, ὅτι καὶ τοῦδέ ἐστιν εἴσεται ὡρισμένως· ὁ γὰρ δὴ τοῦ ἐγκεκαλυμμένου ὁρῶν χεῖρα γινώσκει μὲν χεῖρα, * * τὸν γάρ τινά ἐστιν εἰδέναι τὸ τήνδε γινώσκειν εἰ ἔστιν τοῦδε. διὰ τοίνυν τὰς τοιαύτας ἀπορίας προσέθηκεν τὸ μὴ δεῖν σφοδρῶς ἀποφαίνεσθαι ὅτι οὐκ ἔστιν οὐσία τῶν πρός.

Источник и условия: Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.