Перейти к содержанию

Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · p. 107

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: Porph.InCat.p107

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

CAG IV.1

Ἐ. Τί οὖν ἐπὶ τοῦ τόπου; ἆρα οὐδὲ ἐπὶ τοῦ τόπου ἐναντιότης θεωρεῖται ὄντος εἴδους τοῦ ποσοῦ: Ἀ. Ἴσως ἐπὶ τούτου, εἴ γε τὸ ἄνω καὶ τὸ κάτω τόπου μὲν μέρη ἢ εἴδη ὑπάρχει, ἔστι δὲ ταῦτα ἐναντία ἀλλήλοις. ’E. Διὰ τί οὖν τὸ ἴσως ἔφης; ’A. Ὅτι τινὲς τὸ κάτω καὶ τὸ ἄνω οὐδὲ ειναι βούλονται τόπους ἀλλὰ σχέσεις τόπου· τὸ μὲν γὰρ ὑπὲρ κεφαλὴν ἡμῶν εἶναι ἄνω, τὸ δὲ ὑπὸ τοὺς πόδας κάτων, σφαίρας δὲ ὄντος τοῦ παντὸς μηδὲν εἶναι μήτε κάτω μήτε ἄνω καθ᾿ αὑτό. εἰ μέντοι λάβοιμεν τὸ ἄνω καὶ τὸ κάτω οὐ καθ’ ἡντιναοῦν ἄλλην διάστασιν ἀλλὰ κατὰ τὴν τοῦ παντός, ὥστε σφαιροειδοῦς ὄντος τοῦ παντὸς κάτω μὲν εἶναι τὸ πρὸς τὴν μέσην χώραν τοῦ παντός, ἄνω δὲ τὰ ἀπὸ τοῦ μέσου πρὸς τὰ πέρατα, ἐναντίον ἂν εἴη τὸ ἄνω τῷ κάτω διὰ τὸ πλείστην τῷ μέσῳ διάστασιν πρὸς τὴν ἔξω εἶναι ἐπιφάνειαν, ὡς ἐν κύκλῳ καὶ σφαίρᾳ πρὸς τὰ πέρατα· ἐν γὰρ ταύτῃ καὶ τὸ ἄνω μόνως ἄνω ἐστὶ καὶ τὸ κάτω μόνως κάτω, ἐν δὲ ταῖς ἄλλαις διαστάσεσιν, ἐφ’ ὃ τὸ ἄνω καὶ τὸ κάτω λέγεται, πρὸς ἕτερον καὶ ἕτερον λαμβανόμενον τὸ αὐτὸ καὶ ἄνω καὶ κάτω εἶναι δοκεῖ. διὸ ἐκεῖνα καθ’ αὑτά ὄντα ὡς τόπου διαφοραὶ καὶ ποσὰ τὸ ἄνω καὶ τὸ κάτω ἐναντίωσιν ἐπιδέχοιτο ἄν, ὥστε εἶναι περὶ μόνον τὸν τόπον ἐν τῷ ποσῷ ἐναντιότητα. ὅτι δὲ ἐν τῷ τόπῳ ἐναντιότης, ἐοίκασιν δηλοῦν καὶ οἱ τὰ ἐναντία ὁρισάενοι τὰ πλεῖστον ἀλλήλων διεστηκότα· ἀπὸ γὰρ τῆς κατὰ τὸν τόπον ἐν τῷ ἄνω καὶ κάτω ἐναντιύσεως ἐοίκασι τὸν ὁρισμὸν εἰληφέναι· τὸ γὰρ διεστηκέναι πρώτως ἐν τόπῳ ἐστίν· ὥστε ἐν μόνῳ τῷ τόπῳ εἴη ἂν ἡ ἐναντίωσις. ’E. Ἀλλὰ πῶς ὁ Ἑρμῖνος ἀπήντηκεν; Ἀ. Λέγων ὅτι τὸ ἄνω καὶ τὸ κάτω οὐ τόπον σημαίνει ἀλλὰ ποῦ, ὥσπερ οὐδὲ τὸ χθὲς οὐδὲ τὸ αὔριον χρόνον ἀλλὰ ποτέ· ἔστι δὲ ὡς τὸ ποτὲ κατὰ χρόνον, οὕτως καὶ τὸ ποῦ κατὰ τόπον· ἕτερον δὲ ποσοῦ εἶναί τι, ἕτερον δὲ τὸ ποσόν. ἀλλὰ καὶ ὁ Ἑρμῖνος οὕτως ἀφῄρει τοῦ ποσοῦ τὴν ἐναντίωσιν. ’E. Ἆρα οὖν ἐν τοῖς ἄλλοις ποσοῖς οὐκ ἂν εἴη ἐναντίωσις; Ἀ. Ἐν μὲν τοῖς ὑπισμένοις οὐδαμῶς, ἐν δὲ τοῖς ἀορίστοις ποσοῖς δόξειεν ἂν εἶναι ἐναντίωσιν. Ἐ. Τίνα οὖν ἐστι τὰ ἀόριστα ποσά; Ἀ. Τὰ οὕτω ἐκφερόμενα οἷον πολὺ ἢ ὀλίγον, μέγα ἢ μικρόν· ποσὸν γάρ τι ὂν πολὺ ἢ ἀλίγον ἐστὶ καὶ μέγα ἢ μικρόν.

Источник и условия: Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.