CAG IV.1
<τὶς> ἄνθρωπος ὡς ἐν εἴδει μὲν ὑπάρχει τῷ ἀνθρώπῳ, γένος δὲ τοῦ εἴδους ἐστὶ τούτου τὸ ζῷον. Ἐ. Ἀλλὰ διὰ τί μὲν πρῶται οὐσίαι αἱ ἄτομοι, ἱκανῶς παρέστησας· διὰ τί δὲ δεύτεραι τὰ γένη καὶ τὰ εἴδη τῶν ἀτόμων οὐσιῶν, ὀφείλεις διδάξαι. Ἀ. Λέγω ὅτι τὰ εἴδη καὶ τὰ γένη τῶν πρώτων οὐσιῶν εἰκότως δεύτεραι οὐσίαι λέγονται, μόνα γὰρ δηλοῖ τὴν πρώτην οὐσίαν τῶν κατηγορουμένων ταῦτα· τὸν γὰρ Σωκράτην ἂν ἀποδιδῷ τις τί ἐστιν, τὸ μὲν εἶδος καὶ τὸ γένος ἀποδιδοὺς οἰκείως ἀποδώσει καὶ γνωριμώτερον ποιήσει ἄνθρωπον ἀποδιδοὺς καὶ ζῴον ἤ τι ἄλλο τῶν ἐννέα· τούτων γὰρ ὅτιπερ ἂν ἀποδῷ, οὐ κυρίως ἔσται ἀποδεδωκώς, οἷον ἢ λευκὸν ἢ τρίπηχυ ἢ ὑγρὸν ἢ τρέχον ἢ ὁτιοῦν τῶν τοιούτων· αἱ γὰρ τοιαῦται κατηγορίαι ἀπὸ τῶν συμβεβηκότων γινόμεναι παρὰ φύσιν ἂν εἶεν οὐ τὸ τί ἐστι τὸ ὑποκείμενον δηλοῦσαι, ἀλλὰ ἄλλων τί αὐτῷ συμβέβηκεν, οἰκείως δὲ αἱ ἀπὸ τῶν εἰδῶν καὶ τῶν γενῶν. ὥστε εἰκότως τὰ εἴδη καὶ τὰ γένη τῶν οὐσιῶν μόνα τῶν ἄλλων μετὰ τὰς πρώτας οὐσίας δεύτεραι οὐσίαι λέγονται. Ἐ. Ἔτι ἄλλην αἰτίαν τινὰ εἰπὲ τοῦ δευτέρας οὐσίας ῥηθῆναι τὰ εἴδη καὶ τὰ γένη τῶν πρώτων υὐσιῶν. Ἀ. Φημὶ ὅτι ὁμοιότητα μάλιστα τὰ εἴδη καὶ τὰ γένη ταῖς πρώταις οὐσίαις ἔχει. ὡς γὰρ ἐκεῖναι πᾶσιν τοῖς ἄλλοις ὑποκείμεναι κυριώταται οὐσίαι λέγονται, οὕτως καὶ τὰ εἴδη καὶ τὰ γένη πρὸς τὰ ἄλλα πάντα ἔχει· κατὰ γὰρ τούτων τὰ λοιπὰ κατηγορεῖται, λέγω δὲ τὰ συμβεβηκότα. ὡς γὰρ τὸν τινὰ ἄνθρωπον εἰπεῖν ἔστι γραμματικὸν καὶ τρίπηχυν καὶ ἀπὸ τῶν ἄλλων συμβεβηκότων παρωνύμως, οὕτως δὲ καὶ ἄνθρωπον καὶ ζῷον γραμματικὸν καὶ τρίπηχυν ἔστιν εἰπεῖν. διὸ αἱ μὲν δεύτεραι οὐσίαι κατὰ τῶν πρώτων οὐσιῶν κατηγοροῦνται συνωνύμως· ὅλως γὰρ τὰ καθ᾿ ὑποκειμένου λεγόμενα συνωνύμως τῶν ὑποκειμένων λέγεται· τοῦ γὰρ ἀνθρώπου κατὰ τοῦ τινὸς ἀνθρώπου καθ᾿ ὑποκειμένου κατηγορουμένου συνωνύμως ὁ ἄνθρωπος ῥηθήσεται, ἐπεὶ γὰρ ὁ. Σωκράτης καὶ ἄνθρωπος καὶ ζῷον λογικον θνητόν. τὰ δὲ ἄλλα συμβεβηκότα κατὰ μὲν τὸν λόγον οὐκ ἂν ταῖς οὐσίαις συναρμόσειεν, κατὰ δὲ τοὔνομα ἐπὶ τινῶν μὲν κατηγορηθήσεται ὡς ἐπὶ τοῦ σώματος τὸ λευκόν (εἴποι γὰρ ἄν τις τὸ σῶμα λευκόν), ἐπὶ δὲ τινῶν οὔ (οὐκέτι γὰρ ἡ λευκότης ῥηθείη ἂν ἐπὶ τοῦ σώματος)· ὁ μέντοι λόγος τοῦ λευκοῦ οὐκ ἂν κατὰ τοῦ σώματος ῥηθείη πότέ· οὐ γάρ ἐστι χρῶμα διακριτικὸν ὄψεως τὸ σῶμα. Ἐ. Ἀλλ᾿ ἐπεὶ τὰ εἴδη καὶ τὰ γέν εἴρηκας εἶναι τὰς δευτέρας οὐσίας, ἆρα ἐπ᾿ ἴσης ἂν ἔχοι ταῦτα πρὸς τὰς πρώτας οὐσίας; Ἀ. Οὐδαμῶς· μᾶλλον γὰρ τὸ εἶδος οὐσία ἢ τὸ γένος.