Перейти к содержанию

Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · p. 112

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: Porph.InCat.p112

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

CAG IV.1

αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεται, παρίστησιν ὅτι οὐκ ἔστιν ἀπόλυτα τὰ πρός τι ἀλλ᾿ ἐνσχέσει τινὸς πρὸς ἄλλο τι, καὶ ὅτι τινὰ μὲν ἑτέρων λέγεται κατὰ πτῶστιν τὴν αὐτὴν ἄμφω, τινὰ δὲ καθ᾿ ἑτέραν καὶ ἑτέραν, τινὰ δὲ οὐ κατὰ πτῶσιν. ᾿E. Ἑξῆς δε τί προσέθηκεν; ᾿A. Ὁπωσοῦν ἄλλως πρὸς ἕτερον ἕχει. ᾿E. Σαφῆ ποίησον ἃ λέγεις διὰ παραδειγμάτων. ᾿A. Κατὰ πτῶσιν μὲν τὴν αὐτὴν λέγεται τῶν πρός τι τὰ τοιαῦτα· πατὴρ. υἰοῦ πατήρ, υἱὸς πατρὸς υἱὸς πατρὸς υἱός· ἀφ᾿ οὖτε γὰρ ή σχέσις, κατ᾿ ὀρθὴν εἴρηται πτῶσιν, καἰ πρὸς ὅν, κατὰ γενικήν. καὶ πάλιν δοῦλος μὲν κατ᾿ εὐθεῖαν, δεσπότου δὲ κατὰ γενικήν. ταῦτα μὲν κατὰ τὰς πτώσεις ἐξισάζει· αἴσθησις δὲ αἰσθητοῦ αἴσθησις, εὐθείας μὲν τὸ ἀφ᾿ οὖ, γενικῆς δὲ τὸ πρὸς ὅ, τὸ δὲ αἰσθητὸν αἰσθήσει αἰσθητόν, εὐθείας μὲν τὸ αἰσθητόν, πρὸς ὃ δὲ λέγεται, αἰσθήσει, κατὰ δοτικὴν πτῶσιν καὶ οὐκατὰ γενικήν. ἐνήλλακται οὖν τὰ τῶν πτώσεων ἐνταῦθα. τὸ μέγα δὲ ώς μὲν πρὸς τὸ μικρὸν λέγεται, οὐκέτι μέντοι ἄν ῥηθείη μικροῦμέγα, οὐδε τὸ μικρὸν μεγάλου γάλου μικρόν, ἀλλ᾿ δἰ μὲν ἐπινοίᾳ ἐπινοεῖται, κατ᾿ ἐκφορὰν δὲ οὐκέτι πτωτικὴν τοιαύτην τάδε προφέρεται. ταῦτα οὖν ὁπωσοῦν ἄλλως πρὸς ἕτερον ἔχει, οὐ μὴν κατ᾿ ἐκφορὰν ἤ ὡς πτῶσις ἀνὰ λόγον τοῖς ἄλλοις ἐκφέρεται. πάντα δὲ ταῦτα ἅπερ ἐστὶν οὐ καθ᾿ αὑτὰ λέγεται ἀλλ᾿ ἑτέρων τινῶν. ᾿Ε. Τίνα οὖν παραδείγματα ὁ Ἀριστοτέλης κεκόμικεν; Ἀ. Τὸ μεῖζον ἐλάττονος μεῖζον καὶ τὸ ἔλαττον μείζονος ἔλαττον, ἔτι δὲ καὶ τὸ διπλάσιον ἡμίσεως διπλάσιον καὶ ἥμισυ διπλασίονος ἥμισυ, ἔτι φησὶν ἕξις, διάθεσις, αἴσθησις, ἐπιστήμη· πάντα γὰρ τὰ εἰρημένα ταῦτα ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται. οὐκέτι τοίνυν καὶ κατὰ τὴν αὐτὴν πτῶσιν ἀντιστρέφει ἀλλήλοις· ἐπιστήμη μὲν γὰρ ἐπιστητοῦ ἐπιστήμη καὶ αἴσθησις αἰσθητοῦ αἴσθησις, οὐκέτι δὲ τὸ ἐπιστητὸν ἐπιστήμης ἐπιστητὸν οὐδὲ τὸ αἰσθητὸν αἰσθήσεως αἰσθητόν, ἀλλ᾿ ἐπιστήμῃ ἐπιστητὸν καὶ αἰσθήσει αἰσθητόν. ὡσαύτως δὲ καὶ ἡ μὲν ἕξις ἑκτοῦ ἕξις, τὸ δὲ ἑκτὸν ἕξει ἑκτόν, καὶ ἡ θέσις θετοῦ θέσις, τὸ δὲ θετὸν θέσει θετόν ταῦτα μὲν ἄρα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται. ᾿E. Τῶν δὲ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον λεγομένων τίνα επάγει παραδείγματα; Ἀ. Αὐτὸ φανερὸν πεποίηκεν· προσθεὶς γὰρ ἤ ὁπωσοῦν ἄλλως ἕτερον, ἐπάγει ὄρος μέγα λέγεται· πρὸς γὰρ τὸ μικρὸν ὄρος λέγεται μέγα ἀλλ᾿ οὐχὶ καὶ τῇ πτώσει· οὐ γὰρ λέγεται τὸ μέγα μικροῦ

Источник и условия: Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.