Перейти к содержанию

Исповедание Досифея (Иерусалимский собор 1672), греческий текст · Ἐρώτησις 1

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: DOS1672.Q1

Сравнить рядом

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

Ὁμολογία Δοσιθέου

Εἰ δεῖ τὴν θείαν γραφὴν κοινῶς παρὰ πάντων τῶν Χριστιανῶν ἀναγινώσκεσθαι; Οὔ. Τὴν πᾶσαν γὰρ γραφὴν θεόπνευστον καὶ ὠφέλιμον οἴδαμεν, καὶ οὕτω τὸ ἀναγκαῖον ἔχουσαν μεθ᾿ ἑαυτῆς, ὥστε χωρὶς αὐτῆς ἀδύνατον ὁπωσοῦν εὐσεβεῖν. Οὐ μὴν καὶ ὑπὸ πάντων ἀναγινώσκεσθαι ταύτην ἀλλ᾿ ὑπὸ μόνον τῶν μετὰ τῆς πρεπούσης ἐρεύνης τοῖς βάθεσιν ἐγκυπτόντων τοῦ πνεύματος καὶ εἰδότων, οἷς τρόποις ἡ θεία γραφὴ ἐρευνᾶται καὶ διδάσκεται καὶ ὅλως ἀναγινώσκεται. Τοῖς δὲ μὴ γεγυμνασμένοις καὶ ἀδιαφόρως ἢ μόνον κατὰ τὸ γράμμα ἢ καὶ κατ᾿ ἄλλον τινὰ τρόπον ἀλλότριον τῆς εὐσεβείας τὰ τῆς γραφῆς ἐκλαμβάνουσιν, ἡ καθολικὴ ἐκκλησία, διὰ τῆς πείρας τὴν βλαβὴν ἐγνωκυῖα, οὐ θεμιτὴν τὴν ἀνάγνωσιν εἶναι ἐντέλλεται. Ὥστε παντὶ εὐσεβεῖ ἐπιτέτραφθαι μὲν ἀκούειν τὰ τῆς γραφῆς, ἵνα πιστεύῃ τῇ καρδίᾳ εἰς δικαιοσύνην, ὁμολογῇ δὲ τῷ στόματι εἰς σωτηρίαν· ἀναγινώσκειν δὲ ἔνια τῆς γραφῆς μέρη καὶ μάλιστα τῆς παλαιᾶς ἀπηγορεύεται τῶν εἰρημένων αἰτίων καὶ τῶν ὁμοίων τούτοις ἕνεκα. Καὶ ἐστιν ἶσον παραγγέλλειν τοῖς ἀγυμνάστοις μὴ ἀναγινώσκειν ὡσαύτως τὴν πᾶσαν ἱερὰν γραφὴν, καὶ τοῖς βρέφεσιν ἐντέλλεσθαι, μὴ ἅπτεσθαι στερεᾶς τροφῆς.
Εἰ σαφής ἐστιν ἡ γραφὴ πᾶσι τοῖς ἀναγινώσκουσι Χριστιανοῖς; Εἰ σαφὴσ ἦν ἡ θεία γραφὴ πᾶσι τοῖς ἀναγινώκουσι Χριστιανοῖς, οὐκ ἂν ὁ κύριος ἐρευνᾷν ταύτην τοῖς βουλομένοις σωτηρίας τυχεῖν ἐπέτρεπε· καὶ τὸ χάρισμα τῆς διδασκαλίας ματαίως τῷ Παύλῳ ἐλέγετο τεθῆναι ὑπὸ τοῦ Θεοῦ τῇ ἐκκλησίᾳ· καὶ ὁ Πέτρος οὐκ ἂν περὶ τῶν τοῦ Παύλου ἐπιστολῶν ἔχειν τινὰ δυσνόητα ἔλεγε. Δῆλον οἶν, ὡς πολὺ τὸ βάθος ἔχειν τὴν γραφὴν καὶ τὸ μέγεθος τῶν ἐννοιῶν καὶ δεῖσθαι ἐπιστημόνων καὶ θείων ἀνδρῶν πρὸς ἔρευναν καὶ ἀληθῆ κατάληψιν καὶ γνῶσιν ὀρθὴν καὶ συνῳδὸν τῇ πάσῃ γραφῇ καὶ τῷ δημιουργῷ ταύτης ἁγίῳ πνεύματι. Ὥστε τοῖς ἀναγεννηθεῖσιν, εἰ καὶ γνώριμος ἡ περὶ τριάδος πίστος καὶ ἡ τοῦ υἱου τοῦ Θεοῦ ἐνανθρώπησις, τὰ πάθη, ἡ ἀνάστασις, ἡ εἰς οὐρανοὺς ἄνοδος, ὁ περὶ τῆς παλιγγενεσίας καὶ κρίσεως λόγος, ὧν εἵνεκα καὶ πολλοὶ θάνατον ὑπομεῖναι οὐκ ὤκνησαν· οὐκ ἀναγκαῖον δὲ, μᾶλλον δὲ ἀδύνατον πᾶσιν, εἰδέναι καὶ ἃ τὸ πνεῦμα τὸ ἅγιον μόνοις τοῖς ἐγγεγυμνασμένοις ἐπὶ σοφίᾳ καὶ ἁγιότητι φανεροῖ.
Ἱεράν γραφὴν ποῖα βιβλία καλεῖς; Στοιχοῦντες τῷ κανόνι τῆς καθολικῆς ἐκκλησίας ἱερὰν γραφὴν καλοῦμεν ἐκεῖνα πάντα, ἅπερ ὁ Κύριλλος ὑπὸ τῆς ἐν Λαοδικείᾳ συνόδου ἐρανισάμενος ἀριθμεῖ καὶ πρὸς τούτοις ἅπερ ἀσυνέτως καὶ ἀμαθῶς εἴτ᾿ οὖν ἐθελοκακούργως ἀπόκρυφα κατωνόμασε· τὴν Σοφίαν δηλαδὴ τοῦ Σολομῶντος, τὴν Ιουδὴθ, τὸν Τωβίαν, τὴν Ἱστορίαν τοῦ δράκοντος, τῆν Ἱστορίαν τῆς Σωσάννης. τοὺς Μακκαβαίους καὶ τὴν Σοφίαν τοῦ Σειρὰχ. Ἡμεῖς γὰρ μετὰ τῶν ἄλλων τῆς θείας γραφῆς γνησίων βιβλίων καὶ ταῦτα γνήσια τῆς γραφῆς μέρη κρίνομεν, ὅτι ἡ παραδόσασα ἀρχαία συνήθεια καὶ μάλιστα ἡ καθολικὴ ἐκκλησία γνήσια εἶναι τὰ ἱερὰ εὐαγγέλια καὶ τ᾿ ἄλλα τῆς γραφῆς βιβλία καὶ ταῦτα εἶναι τῆς ἁγίας γραφῆς μέρη ἀναμφιβόλως παρέδωκε, καὶ τούτων ἡ ἄρνησις ἐκείνων ἐστὶν ἀθέτησις. Εἰ δὲ που δοκεῖ μὴ ἀεὶ πάντα ὑπὸ πάντων συγκαταριθμεῖσθαι, οὐδὲν ἧττον ὅμως καὶ ταύτα παρά τε συνόδων καὶ πολλῶν ὅσων τῆς καθολικῆς ἐκκλησίας παλαιοτάτων τε καὶ ἐγκρίτων θεολόγων ἀριθμεῖται καὶ συγκαταριθμεῖται τῇ πάσῃ γραφῇ ἃ πάντα καὶ ἡμεῖς κανονικὰ βιβλία κρίνομεν, καὶ ταῦτα τὴν ἱερὰν γράφὴν εἶναι ὁμολογοῦμεν.
Περί τῶν ἁγίων εἰκόνων καὶ τῆς προσκυνήσεως τῶ ἁγίων πῶς ὀφείλομεν φρονεῖν; Τῶν ἁγίων ὄντων καὶ ὁμολογουμένων παρὰ τῆς καθολικῆς ἐκκλησίας πρεσβευτῶν, ὃν τρόπον εἴρηται ἐν τῷ ὀγδόῳ κεφαλαίῳ· καιρὸς εἰπεῖν, ὅτι καὶ τιμῶμεν αὐτοὺς ὡς φίλους Θεοῦ καὶ ὡς ὑπὲρ ἡμῶν δεομένους τῷ τῶν ὅλων Θεῷ. Τιμῶμεν δὲ τούτους διττῶς· καθ᾿ ἕνα μὲν τρόπον τὴν μητέρα τοῦ Θεοῦ Λόγου, ὃν καὶ ὑπερδουλικόν φαμεν. Εἰ γὰρ καὶ ὡς ἀληθῶς δούλη ἡ θεοτόκος τοῦ μόνου Θεοῦ, ἀλλὰ καὶ μήτηρ, ὡς τὸν ἕνα τῆς Τριάδος γεννήσασα σαρκικῶς, διὸ καὶ ἀσυγκριτῶς ὑπερέχειν ὑμνεῖται πάντων ἀγγέλων τε καὶ ἁγίων, ὅθεν καὶ ὑπερδουλικὴν αὐτῇ ἀπονέμομεν τὴν προσκύνησιν. Κατὰ δεύτερον δὲ τρόπον, ὃν καὶ δουλικὸν ὀνομάζομεν, προσκυνοῦμεν εἴτ᾿ οὖν τιμῶμεν τοὺς ἁγίους ἀγγέλους, ἀποστόλους, προφήτας, μάρτυρας καὶ ἁπλῶς πάντας τοὺς ἁγίους. Πρὸς τούτοις προσκυνοῦμεν καὶ τιμῶμεν τὸ ξύλον τοῦ τιμίου τοῦ ζωοποιοῦ σταυροῦ, ἐν ᾧ ὁ σωτήρ ἡμῶν τὸ κοσμοσωτήριον εἰργάσατο πάθος, καὶ τὸν τύπον τοῦ ζωοποιοῦ σταυροῦ, τὴν ἐν Βηθλεὲμ φάτνην, δἰ ἧς τῆς ἀλογίας ἐῤῥύσθὴμεν, τὸν τόπον τοῦ κρανίου, τὸν ζωηφόρον τάφον καὶ τὰ λοιπὰ ἅγια προσκυνήματα· τά τε ἱερὰ εὐαγγέλια καὶ τὰ ἱερὰ σκεύη, δἰ ὧν ἡ ἀναίμακτος ἐπιτελεῖται θυσία. Μνήμαις τε ἐτησίοις καὶ δημοσίοις ἑορταῖς καὶ θείους ἱδρύμασι καὶ ἀναθέμασι τοὺς ἁγίους γεγαίρομεν καὶ τιμῶμεν. Ἔπειτα δὲ καὶ τὴν εἰκόνα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῆς ὑπεραγίας θεοτόκου καὶ πάντων τῶν ἁγίων προσκυνοῦμεν καὶ τιμῶμεν καὶ ἀσπαζόμεθα, καὶ μὴν καὶ τῶν ἁγίων ἀγγέλων, ὡς ὤφθησαν ἐνίοις τῶν τε προπατόρων καὶ προφητῶν. Ἱστοροῦμεν δὲ καὶ τὸ πανάγιον πνεῦμα, ὡς ὤφθη, ἐν εἴδει περιστερᾶς. Εἰ δὲ τινες εἰδωλολατρεῖν ἡμᾶς, ἁγίους καὶ εἱκόνας ἁγίων καὶ τὰ λοιπὰ προσκυνοῦντας, λέγουσι, μάταιον ἡγούμεθα καὶ ἀδρανές. Ἡμεῖς γὰρ μόνῳ τῷ ἐν τριάδι θεῷ λατρεύομεν καὶ οὐδενὶ ἑτέρῳ· τοὺς δὲ ἁγίους τιμῶμεν διττῶς· πρῶτον μὲν κατὰ τὴν πρὸς Θεὸν ἀναφορὰν, ἐπειδὴ ἐκείνου ἕνεκα τιμῶμεν αὐτοὺς, καὶ καθ᾿ ἑαυτοὺς, ὅτι ζῶσαί εἰσιν εἰκόνες τοῦ Θεοῦ. Τὸ δὲ καθ᾿ ἑαυτοὺς διώρισται ὅτι δουλικὸν. Τὰς δὲ ἁγίας εἰκόνας σχετικῶς, ὡς τῆς πρὸς ἐκείνας τιμῆς ἐπὶ τὰ πρωτότυπα ἀναφερομένης. Ὁ γὰρ εἰς τὴν εἰκόνα προσκυνῶν διὰ τῆς εἰκόνος τὸν πρωτότυπον προσκυνεῖ, καὶ ἡ δόξα οὐ μερίζεται, οὐδ᾿ ὅλως σχίξεται τῆς τε εἰκόνος καὶ τοῦ εἰκονιζομένου, καὶ ἐν ταὐτῷ γίνεται, ὡς ἡ εἰς τον βασιλικὸν πρέσβυν γινομένη. Ἃ δὲ πρὸς σύστασιν καινοτομίας αὐτῶν παρὰ τῆς γραφῆς λαμβάνουσιν, οὐχ οὕτως αὐτοῖς βοηθεῖ, ὡς βούλονται, ἀλλὰ μάλιστα ἡμῖν συνῳδὰ φαίνεται. Ἡμεῖς γὰρ τὴν θείαν γραφὴν ἀναγινώσκοντες ἐξετάζομεν καιρὸν καὶ προσωπον, παράδειγμα καὶ αἰτίαν. Ὅθεν καὶ τὸν αὐτὸν Θεόν ποτε μὲν λέγοντα· οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὔτε ὁμοίωμα, οὐδὲ προσκυνήσεις, οὐδὲ λατρεύσεις αὐτοῖς, ποτὲ δὲ προστάττοντα, γενέσθαι Χερουβιμ; Καὶ ἔτι βόας καὶ λέοντας γινώμενα ἐν τῷ ἱερῷ θεωροῦντες οὐ πεισματικῶς τούτων τὴν ἔννοιαν θεωροῦμεν. Ἐν γὰρ τῇ πεισμονῇ οὐκ ἔστι πίστις. ἀλλ᾿, ὡς εἴρηται, καιρὸν καὶ τὰ λοιπὰ θεωροῦντες, τῆς ὀρθῆς περὶ τούτων δόξης ἐπιτυγχάνομεν καὶ τὸ· οὐ ποιήσεις σεαυτῷ εἴδωλον ἢ ὁμοίωμα ταὐτὸν ἡγούμεθα τὸ· οὐ προσκυνήσεις Θεοῦς ἀλλοτρίους, εἴτ᾿ οὖν μὴ εἰδωλολατρήσῃς. Οὕτω γὰρ καὶ ἡ παρὰ τοῦ καιροῦ τῶν ἀποστόλων ἐπικρατήσασα συνηθεία τῇ ἐκκλησίᾳ τοῦ προσκυνεὶσθαι σχετικῶς τὰς ἀγίας εἰκόνας καὶ ἡ μόνῳ τῷ Θεῷ λατρεια διασωθείη καὶ ὁ Θεὸς οὐκ ἐναντίως λέγων ἑαυτῷ φανείη. Εἰ γὰρ ἠ γραφή φησιν· οὐ ποιήσεις οὐδὲ προσκυνήσεις, τίνα τρόπον ὕστερον ὁ Θεὸς τὸ μὲν ποιῆσαι ὁμοιώματα συγκεχώρηκε, τὸ δὲ προσκυνῆσαι οὔ, οὐκ ἔχομεν συνορᾀν. Ὅθεν, περὶ μόνης τῆς εἰδωλολατρείας οὔσης τῆς ἐντολῆς, εὑρίσκομεν καὶ ὄφεος καὶ λέοντας καὶ βόας καὶ Χερουβὶμ γεγονότα καὶ εἴδη εἴτ᾿ οὖν ὁμοιώματα, ἐν οἷς οἱ ἄγγελοι, ἐφαίνοντο προσκυνηθέντα. Οὓς δὲ προφέρουσι τῶν ἁγίων ὡς λέγοντας, μὴ ἐξὸν προσκυνεῖν τὰς εἰκόνας· ἡμῖν μᾶλλον βοηθεῖν ἐκείνους ἡγούμεθα, ἐπεὶ ἐκεῖνοι ἀγωνιστικῶς διαλεγόμενοι καὶ κατὰ τῶν λατρευτικῶς προσκυνούντων τὰς ἀγίας εἰκόνας καὶ κατὰ τῶν φερόντων εἰς τὰς ἐκκλησίας τὰς εἰκόνας τῶν τεθνηκότων συγγενῶν ἐκείνων ἐφέροντο καὶ ἀναθέματι τοὺς οὕτω ποιοῦντας καθυποβάλλουσιν, οὐ κατὰ τῆς ὀρθῆς προσκυνήσεως τῶν τε ἁγίων καὶ ἁγίων εἰκόνων καὶ τοῦ τιμίου σταυροῦ καὶ τῶν λοιπῶν, ὧν εἴρηται, ὅπου μάλιστα καὶ ἀπὸ τοῦ καιροῦ τῶν ἀποστόλων εἶναι τὰς ἁγίας εἰκόνας ἐν τῇ ἐκκλησίᾳ καὶ προσκυνεῖσθαι παρὰ τῶν πιστῶν πλεῖστοι ὅσοι καὶ ἱστοροῦσι καὶ κηρύττουσι, μεθ᾿ ὡν καὶ μεθ᾿ οὓς ἡ ἁγία οἰκουμενικὴ ἐβδόμη σύνοδος καταισχύνει πᾶσαν αἱρετικῶν βδελυρίαν. Ἐπειδὴ σαφέστατα μὲν δίδωσιν ἐννοεῖν, ὅπως δεῖ προσκυνεῖν τὰς ἁγίας εἰκόνας, καὶ τὰ προειρημένα ἄνωθεν, ἀναθεματίζει δὲ καὶ ἀφορισμῷ καθυποβάλλει τοὺς ἣ προσκυνοῦντας λατρευτικῶς τὰς εἰκόνας ἢ λέγοντας τοὺς ὀρθοδόξους εἰδωλολατρεῖν, προσκυνοῦντας τὰς εἰκόνας. Ἀναθεματίζομεν οὖν καὶ ἡμεῖς μετ᾿ ἐκείνων τοὺς προσκυνοῦντας ἢ ἅγιον ἢ ἄγγελον ἢ εἰκόνα, ἢ σταυρόν ἢ λείψανον ἀγίον ἢ ἱερὸν σκεῦος, ἢ εὐαγγέλιον, ἢ ἄλλο τι ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ καὶ ἐν τῆ θαλάσσῃ λατρευτικῶς καὶ μόνῳ τῷ ἐν τριάδι θεῷ τὴν λατρευτικὴν προσκύνησιν ἀπονέμομεν. Ἀναθεματίζομεν καὶ τοὺς λέγοντας τὴν προσκύνησιν τῶν εἰκόνων εἰκονολατρείαν, ἢ μὴ προσκυνοῦντας αὐτάς, καὶ μὴ τιμῶντας τὸν σταυρὸν καὶ τοὺς ἀγίους, ὡς ἡ ἐκκλησία παρέδωκε. Καὶ τοὺς ἁγίους καὶ τὰς ἁγίας εἰκόνας προσκυνοῦμεν, ὃν εἴρηται τρόπον, καὶ ἱστοροῦμεν ταύτας εἰς καλλωπισμὸν τῶν ναῶν, καὶ ἵν᾿ ὦσι βιβλία τῶν ἀμαθῶν καὶ πρὸς μίμησιν τῶν ἀρετῶν τῶν ἁγίων καὶ ἀνάμνησιν καὶ ἔρωτος αὔξησιν καὶ πρὸς ἐγρήγορσιν τοῦ ἐπικαλεῖσθαι ἀεὶ τὸν μὲν κύριον, ὡς δεσπότην καὶ πατέρα, τοὺς δὲ ἁγίους ὡς δούλους μὲν ἐκείνου, βοηθοὺς δὲ καὶ μεσίτας ἡμῶν.
Καὶ ταῦτα μὲν περὶ τῶν κεφαλαίων καὶ ἐρωτήσεων Κυρίλλου. Οἱ δὲ αἱρετικοὶ καὶ τὴν προσευχὴν τῶν εὐσεβῶν πρὸς τὸν Θεόν κακίζουσιν, ἔπειτα οὐκ οἴδαμεν, ὅπως αὐτὴν μόνων τῶν μοναχῶν κατηγοροῦσι. Τὴν προσευχὴν τοίνυν ἡμεῖς ὁμιλίαν μετὰ Θεοῦ καὶ πρεπόντων ἀγαθῶν αἴτησιν, παῤ οὗ λαβεῖν ἐλπίζομεν, ἀνάβασίν τε νοῦ πρὸς Θεὸν καὶ εὐσεβῆ πρὸς Θεὸν ἀπευθυνομένην διάθεσιν, ζήτησιν τῶν ἀνωτέρω, ψυχῆς ἁγίας βοήθημα, λατρείαν τῷ Θεῷ κεχαρισμένην, σημεῖον μετανοίας καὶ βεβαίας ἐλπίδος οἴδαμεν· γίνεσθαι δὲ ἢ νῷ μόνῳ ἢ νοΐ καὶ φωνῇ· θεωρεῖσθαι ἐν αὐτῇ θεωρίαν τῆς ἀγαθότητος καὶ τοῦ ἐλέους τοῦ Θεοῦ, ἀναξιότητα τοῦ αἰτοῦντος καὶ ευχαριστιαν καὶ ἐπαγγελίαν τῆς μελλούσης πρὸς Θεὸν ὑποτάξεως. Ἔχειν δ᾿ αὐτὴν πίστιν καὶ ἐλπίδα καὶ διαμονὴν καὶ τήρησιν τῶν ἐντολῶν καὶ κατὰ πρῶτον λόγον αἴτησιν τῶν οὐρανίων· πολλοὺς δ᾿ ἔχειν τοὺς καρποὺς, οὓς περιττὸν ἐγκαταλέγειν· γίνεσθαι δὲ συνεχῶς, ἐπιτελεῖσθαι δὲ ὀρθίῳ καὶ γονυκλίτῳ σχήματι. Τοσαύτη δὲ ἥπερ αὐτῆς ὠφέλεια, ὥστε καὶ ψυχῆς τροφὴν καὶ ζωὴν ὁμολογεῖσθαι. Συνάγεται καὶ ταῦτα πάντα ἐκ τῆς θείας γραφῆς, ὥστε εἴ τις τούτων ἀπόδειξιν αἰτεῖ, ὅμοιος ἄφρονι, ἢ τυφλῷ περὶ τοῦ ἡλιακοῦ φωτὸς ὥρᾳ μεσημβρίας καὶ αἰθρίας ἀμφισβητοῦντι. Οἱ δ᾿ αἱρετικοί, βουλόμενοι μηδὲν ὧν Χριστὸς ἐπέτρεψε ἀπαρὰθραυστον ἐᾶσαι, καὶ ταύτης καθήψαντο. Αἰσχυνόμενοι δ᾿ οὕτω φανερῶς ἀσεβεῖν τεῶς μὲν περὶ προσευχῆς, ἁπλῶς μὴ γίνεσθαι οὐ κωλύουσι, ταῖς τῶν μοναχῶν δ᾿ εὐχαῖς ταράττονται· ὅπερ καὶ αὐτὸ ποιοῦσιν, ἵνα τοῖς ἁπλοϊκοῖς μῖσος κατὰ τῶν μοναχῶν θῶσι πρὸς τὸ μὴ ὅλως ἀνέχεσθαι τούτους τυχὸν ὡς βεβήλους καὶ νεωτεριστὰς ὁρᾷν, μὴ ὅτιγε ἀνέχεσθαι τὰ τῆς εὐσεβοῦς καὶ ὀρθοδόξου πίστεως δόγματα διδάσκεσθαι παῤ αὐτῶν. Σοφὸς γὰρ ὁ ἀντίδικος περὶ τὸ κακὸν καὶ ἀγχίνους περὶ τὰ μάταια· ὅθεν καὶ τοῖς ὁπαδοῖς αὐτοῦ—οἷοι οἱ αἱρετικοὶ οὗτοι μάλιστα—οὐκ ἔστι τοσοῦτον καταθύμιον εὐσεβεῖν, ὅσον περισπούδαστον τὸ ἀείποτε ἐκτραχηλιάζειν ἐπὶ βάθει κακῶν καὶ ἐκρήγνυσθαι ἐς τόπους, οὓς οὐκ ἐπισκοπεῖ κύριος. Ἐρωτητέον οὖν αὐτοὺς, τίνας φασὶν εἶναι τὰς τῶν μοναχῶν προσευχὰς· καὶ εἰ μὲν τοὺς μοναχοὺς φαῖεν ἐξ ἑαυτῶν τινὰ ἀλλόκοτα πεποιηκέναι καὶ ἀπᾴδοντα τῇ ὀρθοδόξῳ τῶν Χριστιανῶν θρησκείᾳ, καὶ αὐτοὶ ξυντιθέμεθα καὶ τοὺς μοναχοὺς οὐ μόνον οὐ μοναχοὺς ἀλλ᾿ οὐδὲ Χριστιανούς φαμεν. Εἰ δὲ οἱ μοναχοὶ διηγοῦνται ἐν ἐκτάσει τὴν δόξαν καὶ τὰ θαυμάσια τοῦ Θεοῦ καὶ συνεχῶς καὶ ἀδιαλείπτως, καὶ ἐν παντὶ καιρῷ τὸ θεῖον, ὡς δυνατὸν ἀνθρώπῳ, ὕμνοις καὶ δοξολογίαις καταγεραίρουσι, πῇ μὲν τὰ τὴς γραφῆς δηλονότι ψάλλοντες, πῇ δὲ τοὺς ὕμνους ἐκ τῶς γραφῆς συνάγοντες, εἴτ᾿ οὖν συνῳδὰ ἐκείνῃ φθεγγόμενον· ἀποστολικὸν καὶ προφητικὸν, μᾶλλον δὲ κυριακὸν ἔργον αὐτοὺς πληροῦν ὁμολογοῦμεν. Ὅθεν καὶ ἡμεῖς Παρακλητικὴν, Τριώδιον καὶ Μηναῖα ψάλλοντες μηδὲν ἀπᾷδον Χριστιανοῖς ἔργον πληροῦμεν. Πᾶσαι γὰρ αἱ τοιαῦται βίβλοι περὶ ἡνωμένης καὶ διακεκριμένης θεολογίας διαλέγονται καὶ ὕμνοις, πῇ μὲν συνηγμένοις ἐκ τῆς θείας γραφῆς, πῇ δὲ κατὰ τὴν χορηγίαν τοῦ πνεύματος, ἵν᾿ ὦσι τοῖς μέλεσιν αἰ λέξεις κατάλληλοι δἰ ἑτέρων λέξεων, τὰ τῆς γραφῆς ᾳδομεν· ἔπειτα ἵν᾿ ὅλως ᾖ κατάδηλον, ὅτι τὰ τῆς γραφῆς ἀεὶ ψάλλομεν, ἐν ἑκάστῳ τῶν ὕμνων λεγομένῳ Τροπαρίῳ στῖχον τῆς γραφῆς ἐπιλέγομεν. Εἰ δὲ καὶ Θηκαρᾶ καὶ ἄλλας τοῖς πάλαι πατράσι πονηθείσας εὐχὰς ψάλλομεν καὶ ἀναγινώσκομεν· εἰπάτωσαν οὗτοι, ποῖον ἐκείνων τὸ βλάσφημον καὶ μὴ εὐσεβὲς, καὶ μετ᾿ ἐκείνων τούτους ἀποδιώξομεν. Ἐι δὲ καὶ μόνον τοῦτό φασι, τὸ συνεχῶς καὶ ἁδιαλείπτως προσεύχεσθαι κακὸν, τί αὐτοῖς καὶ ἡμῖν; Μαχέσθωσαν Χριστῷ—καθάπερ καὶ μάχονται—εἰπόντι τὴν τοῦ ἀδίκου κριτοῦ παραβολὴν, πρὸς τὸ δεῖν συνεχῶς προσεύχεσθαι, καὶ διδάξαντι ἀγρυπνεῖν καὶ εὔχεσθαι, φυγεῖν τὰ θλιβερὰ καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Μαχέσθωσαν Παύλῳ πρώτης πρὸς Θεσσαλονικεῖς κεφαλαίῳ καὶ ἀλλαχοῦ ἐν πολλοῖς. Ἐῶ λέγειν τοὺς θείους τῆς καθολικῆς ἐκκλησίας καθηγεμόνας ἀπὸ χριστοῦ ἄχρις ἡμῶν· ἀρκεῖ γὰρ αὐτοῖς πρὸς αἰσχύνειν τὸ σύντονον τῆς προσευχῆς τῶν τε προπατόρων, ἀποστόλων καὶ προφητῶν. Εἰ οὖν τὰ τῶν μοναχῶν ἐστὶ τὰ τῶν ἀποστόλων καὶ προφητῶν, δὸς δ᾿ είπεῖν καὶ τῶν ἁγίων πατέρων καὶ τῶν προπατόρων αὐτοῦ τοῦ Χριστοῦ· δῆλον ὅτι αἱ τῶν μοναχῶν εὐχαὶ καρποί εἰσι τοῦ τῶν χαρισμάτων δοτῆρος ἁγίου πνεύματος. Ἂ δὲ Καλουῖνοι κεκαινοτομήκασιν ἔν τε τοῖς περὶ Θεοῦ καὶ τῶν θείων βλασφημοῦντες καὶ τὴν θείαν γραφὴν παρεξηγούμενοι, κολοβοῦντες καὶ καθυβρίζοντες· τοῦ διαβόλου εἰσὶ σοφισματά τε καὶ ἐφευρήματα. Ἀλυσιτελὲς δὲ καὶ τὸ· ἀδύνατον τῇ ἐκκλησίᾳ βρωμάτων τινῶν ἀποχὰς καὶ νηστείας διατάττειν ἄνευ βίας καὶ τυραννίδος. Ἡ γὰρ ἐκκλησία πρὸς νέκρωσιν τῆς σαρκὸς καὶ ὅλως τῶν παθῶν, μάλα καλῶς ποιοῦσα, διατάττει ἐπιμελῶς τὴν προσευχὴν καὶ τὴν νηστείαν, ἧς ἐρασταὶ καὶ τύποι γεγόνασι οἱ ἅγιοι πάντες, δἰ ὦν—τῇ ἄνωθεν χάριτι καθαιρόμενος ὁ ἀντίδικος ἡμῖν διάβολος σὺν τοῖς στρατεύμασι καὶ ταῖς δυνάμεσι αὐτοῦ—ῥᾳδίως τελειοῦται ὁ προκείμενος τοῖς εὐσεβέσι δρόμος. Ταῦτα οὖν σκεπτομένη ἡ ἄσπιλος ἁπανταχοῦ ἐκκλησία οὐ βιάζει οὐδὲ τυραννεῖ· ἀλλὰ παρακαλεῖ, νουθετεῖ, διδάσκει τὰ τῆς γραφῆς καὶ πείθει τῇ δυνάμει τοῦ πνεύματος. Προστίθησι δὲ τοῖς εἰρημένοις καὶ τις ἀνθρωπίσκος ὁ ἐν Καρεντονίᾳ προειρημένος, φαμὲν, Κλαύδιος καὶ ἕτερά τινα καθ᾿ ἡμῶν γελοῖα καὶ μηδενὸς λόγου ἄξια· ἀλλ᾿ ἡμεῖς καὶ τὰ εἰρημένα αὐτῷ μύθους ἡγούμεθα καὶ τοῦτον αὐτὸν τερατοποιον καὶ πάντη ἀμαθῆ γνωρίζομεν. Καὶ μετὰ Φώτιον γὰρ μύριοι ὅσοι καὶ γεγόνασι καὶ εἰσιν ἐπὶ σοφίᾳ καὶ θεολογίᾳ καὶ ἁγιότητι παρὰ τῇ ἀνατολικῇ ἐκκλησίᾳ διαφέροντες τῇ δυνάμει τοῦ πνεύματος. Γελοιότατον δὲ καὶ τὸ· διὰ τὸ ἔχειν τινὰς τῶν ἁνατολικῶν ἱερέων τὸν ἅγιον ἄρτον ἐν σκεύεσι ξυλίνοις, ἔσω που τοῦ ναοῦ, ἔξω τοῦ βήματος ἔν τινι τῶν κιόνων κρεμάμενον, μὴ ὁμολογεῖν αὐτοὺς τὴν πραγματικὴν καί ἀληθῆ μεταβολὴν τοῦ ἄρτου εἰς τὸ σῶμα τοῦ κυρίου. Ὅτι μὲν γὰρ τινες τῶν πτωχῶν ἱερέων ἔχουσι τὸ δεσποτικὸν σῶμα ἐν σκεύεσι ξυλίνοις, οὐκ ἀρνούμεθα· καὶ γὰρ ὁ Χριστὸς οὐχ ὑπὸ λίθων καὶ μαρμάρων τιμᾶται, ἀλλὰ διάνοιαν ὑγιῆ καὶ καρδίαν καθαρὰν αἰτεῖ παῤ ἡμῶν. Τοῦτο καὶ Παύλῳ συμβέβηκεν· ἔχομεν γάρ, φησι, τὸν θησαυρὸν ἐν ὀστρακίνοις σκεύεσιν. Ὅπου δ᾿ αἱ κατὰ μέρος ἐκκλησίαι δύνανται, ὥσπερ τυχὸν παῤ ἡμῖν ἐν Ἱεροσολύμοις, ἔνδον τοῦ ἀγίου βήματος ἐκάστου τῶν ναῶν τὸ δεσποτικὸν σῶμα τιμᾶται καὶ φωταγωγεῖται ἀείποτε ἑπταφώτῳ κανδήλῃ. Ἔπεισι δὲ μοι θαυμάζειν, πῶς τὸ δεσποτικὸν σῶμα παρά τινι ἐκκλησίᾳ ἴδον κρεμάμενον οἱ αἱρετικοὶ ἔξω τοῦ βήματος, διὰ τὸ ἴσως σεσαθρῶσθαι τοὺς τοίχους τοῦ βήματος ὑπὸ τῆς παλαιότητος, κἀκ τούτου συμπεραίνουσι τὰ ἀσύστατα· τὸν δὲ Χριστὸν οὐκ εἶδον ὑπὸ τὸ ἡμικύκλιον τοῦ ἁγίου βήματος ἰστορούμενον ὡς βρέφος ἔνδον τοῦ δίσκου, ἵνα ἴδωσιν, ὅτι, ὡς ἱστοροῦσιν οἱ ἀνατολικοι ἔνδον τοῦ δίσκου οὐ τύπον, οὐ χάριν, οὐκ ἄλλο τι, ἀλλ᾿ αὐτὸν τὸν Χριστὸν, οὕτω καὶ πιστεύουσι, τὸν ἄρτον τῆς εὐχαριστίας οὐκ ἄλλο τι, ἁλλ᾿ αὐτὸ γίνεσθαι οὐσιωδῶς τὸ σῶμα τοῦ κυρίου καὶ οὕτω συμπαραινοῦσι τὸ ἀληθὲς. Ἀλλὰ περὶ μὲν τούτων ἁπάντων εἴρηται πλατύτερον καὶ σαφέστερον τῇ ὀρθοδόξῳ λεγομένῃ τῆς ἀνατολικῆς ἐκκλησίας ὁμολογίᾳ· Γεωργίῳ Χίῳ τῷ Κορεσίῳ ἐν τοῖς περὶ μυστηρίων καὶ προορισμοῦ καὶ χάριτος καὶ τοῦ ἐφ᾿ ἡμῖν, καὶ πρεσβειας καὶ προσκυνήσεως ἁγίων καὶ προσκυνήσεως εἰκόνων, καὶ ἐν τῇ πονηθείσῃ αὐτῷ ἀντιῤῥήσει κατὰ τῆς ἐν Φλανδρίᾳ ποτὲ τῶν αἱρετικῶν ἀθεμίτου συνόδου καὶ ἐν ἄλλοις πολλοῖς· Γαβριὴλ Πελοποννησίῳ τῷ μητροπολίτῃ Φιλαδελφίας καὶ Γρεγορίῳ πρωτοσυγγέλλῳ τῷ Χίῳ ἐν τοῖς περὶ μυστηρίων, Ἰερεμίᾳ τῷ ἁγιωτάτῳ πατριάρχῃ Κωνσταντινουπόλεως ἐν τρισὶ δογματικαῖς καὶ συνοδικαῖς πρὸς τοὺς ἐν Τυβίγγῃ τῆς Γερμανίας Λουθήρους ἐπιστολαῖς· Ἰωάννῃ ἱερεῖ καὶ οἰκονόμῳ Κωνσταντινουπόλεως τῷ Ναθαναήλ· Μελετίῳ Συρίγῳ τῷ Κρητί ἐν τῇ πονηθείσῃ αὐτῷ ὀρθοδόξῳ ἀντιῤῥήσει κατὰ τῶν κεφαλαίων καὶ ἐρωτήσεων τοῦ λεγομένου Κυρίλλου· Θεοφάνῃ τῷ πατριάρχῃ Ἱεροσολύμων ἐν τῇ πρὸς Ῥωξολάνους δογματικῇ ἐπιστολῇ, καὶ ἄλλοις μυρίοις. Πρὸ τούτων δὲ εἴρηται μάλιστα καλῶς Συμεὼν τῷ Θεσσαλονίκης καὶ πρὸ ἐκείνου πᾶσι τοῖς πατρᾶσι καὶ ταῖς οἰκουμενικαῖς συνόδοις, ἱστορικοῖς τε ἐκκλησιαστικοῖς, καὶ μὴν καὶ τοῖς ἐπὶ τῶν Χριστιανῶν Ρωμαίων αὐτοκρατόρων συγγράψασι τὰς ἐξωτερικὰς ἱστορίας εἴρηται σποράδην, οἷς ἅπασι τὰ εἰρημένα χωρὶς πάσης ἀντιλογίας εἴληπται παρὰ τῶν ἀποστόλων, ὧν αἵ τε διὰ γραφῆς καὶ λόγου παραδόσεις διὰ τῶν πατέρων ἀφίκοντο μέχρις ἡμῶν. Συνίστησι δὲ τὰ προειρημένα καὶ ὁ παρὰ τῶν αἱρετικῶν λόγος. Νεστορίται μὲν γὰρ μετὰ ἔτη τῆς σωτηρίας υκή, Ἀρμήνιοί τε καὶ Κόπται καὶ Σύροι καὶ ἔτι Αἰθίοπες οἱ ὑπὸ τὸν ἰσημερινὸν καὶ ἐπέκεινα τούτου κατὰ τὸν χειμερινὸν τροπικὸν οἰκοῦντες, οὓς καὶ Καμπεσίους οἱ ἐνταῦθα κοινῶς ὀνομάζουσι, μετὰ ἔτη … τῆς ἐνσάρκου ἐπιδημίας ἀπεῤῥάγησαν τῆς καθόλου ἐκκλησίας καὶ· ἕκαστος τούτων ἔχει μόνην τὴν αἵρεσιν, ἣν ἅπαντες ἀπὸ τῶν πρακτικῶν τῶν οἰκουμενικῶν ἴσασι συνόδων. Περὶ μέντοι τοῦ σκόπου καὶ τοῦ ἀριθμοῦ τῶν ἱερῶν μυστηρίων καὶ τῶν εἰρημένων ἡμῖν ἀνωτέρω ἅπαντων—πλὴν τῆς ἰδίας αὐτῶν αἱρέσεως, ὡς εἴρηται—ὡσαύτως πιστεύουσι τῇ καθολικῇ ἐκκλησίᾳ, ὡς αὐτοῖς ὄμμασιν ὅσαι ὥραι βλέπομεν καὶ αἰσθήσαι καὶ λόγῳ μανθάνομεν, ἐνταῦθα ἐν τῇ ἁγίᾳ πόλει Ἱερουσαλὴμ, ἐν ᾗ ἀπὸ πάντων καὶ οἰκοῦσι καὶ πάντοτε ἐπιδημοῦσι πλεῖστοι ὅσοι παῤ αὐτῶν, σοφοί τε, ὅσον τὸ κατ᾿ αὐτοὺς, καὶ ἰδιῶται. Σιωπάτωσαν τοίνυν οἱ κενόφωνοι καὶ νεωτερισταὶ αἱρτικοὶ καὶ μὴ ἐπιχειρείτωσαν ἔκ τε τῆς γραφῆς καὶ τῶν πατέρων καθ᾿ ἡμῶν κλέπτοντες ῥησίδιά τινα σεσοφισμένως εἰς σύστασιν τοῦ ψεύδους, ὡς πεποιήκασι πάντες οἱ ἀπ᾿ αἰῶνος ἀποστάται καὶ αἱρετικοὶ, καὶ λεγέτωσαν ἓν καὶ μόνον, ὅτι προφασιζόμενοι προφάσεις ἐν ἁμαρτίαις προῄρηνται λαλεῖν ἄδικα κατὰ τοῦ Θεοῦ καὶ βλάσφημα κατὰ τῶν ἁγίων.
Ταῦτα ἐκ τῶν πολλῶν ὀλίγα εἰς καθαίρεσιν τοῦ ψεύδους τῶν ἀντικειμένων, ὅπερ ἐπενόησαν κατὰ τῆς ἀνατολικῆς ἐκκλησίας, προβαλλόμενοι μέσον τῆς ἐπιφορᾶς τοῦ ψεύδους τὰ ἀσύστατα καὶ ἄθεα κεφάλαια τοῦ λεγομένου Κυρίλλου. Εἴησαν δὲ οὐκ εἰς σημεῖον ἀντιλεγόμενον τοῖς ὡς ἀληθῶς ἀδίκως ἡμᾶς διασύρουσιν αἱρετικοῖς, ἀλλ᾿ εἰς σημεῖον πιστευόμενον ἤτοι εἰς διόρθωσιν τῶν καινοτομηθέντων αὐτοῖς καὶ ἐπιστροφὴν αὐτῶν πρὸς τὴν κατολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν, ἐν ᾗ παλαίποτε καὶ οἰ πρόγονοι αὐτῶν ἧσαν, καὶ ἐν ταῖς κατὰ τῶν αἰρετικῶν συνόδοις, αἶς νῦν αὐτοὶ ἀθετοῦντες καθυβρίζουσι, καὶ ἁγῶσι παρῆσαν. Ἄτοπον γὰρ πεπεῖσθαι αὐτοὺς, καὶ μάλιστα αὐχοῦντας εἶναι σοφοὺς, ἀνδράσι φιλαύτοις τε καὶ βεβήλοις καὶ λαλήσασιν οὐκ ἐκ τοῦ πνεύματος τοῦ ἁγίου, ἀλλ᾿ ἐκ τοῦ ἄρχοντος τοῦ ψεύδπυς, τὴν δ᾿ ἁγίαν καθολικὴν καὶ ἀπστολικὴν ἐκκλησίαν, ἣν περιεποιήσατο ὁ Θεὸς τῷ αἵματι τοῦ υἱοῦ αὐτοῦ ἐγκαταλιπεῖν καὶ ταύτης ἀποσκιρτῆσαι. Ἄλλως γὰρ ἂν αὐτοὺς μὲν τοὺς ἀποῤῥαγέντας τῆς ἐκκλησίας τὰ ἐκεῖσε δικαιωτήρια μετὰ τῶν ἐθνικῶν καὶ τελωνῶν δέξονται· τὴν δὲ καθολικὴν ἐκκλησίαν οὐ παρόψεται ὁ ταύτην ἕως ἄρτι ἀπὸ πάντων τῶν ἐναντίων διατηρῶν κύριος, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἐν ἔτει τῷ σωτηρίῳ αχοβ᾿· μηνὶ Μαρτίῳ ιςʹ. Ἐν τῇ ἁγίᾳ πόλει Ἱερουσαλήμ.
Δοσίθεος ἐλέῳ Θεοῦ πατριάρχης τῆς ἁγίας Ἱερουσαλὴμ καὶ πάσης Παλαιστίνης ἀποφαίνομαι καὶ ὁμολογῶ, ταύτην εἶναι τὴν πίστιν τῆς ἀνατολικῆς ἐκκλησίας.
Примечания источника · 1
  • Sequuntur in editt. post aliorum et quidem LXVIII. nomina; deinde Dosithei testimonium, quo affirmat, ipsum autographum cum legitimis illis subscriptionibus rerumque serie in magnum Apostolici sui throni codicem relatum esse die XX. Mart. MDCLXXII. Deinceps est Nectarii, Hierosolymorum ante Patriarchæ, nomen, et, post locum sigilli, tum Patriarchæ, XII. Hieroglyphicis notis constantis, tum Imperatoris Orientis cum insignibus Aquilæ bicipitis, ut legere est in tabulis Amst. edit. intersertis, quibus signaturæ ad similitudinem autographi depictæ sunt, Nectarii Monachi de se testimonium; ita ut, si summam facimus, LXXI. viri nomina dederint, inter quos VIII. archiepiscopi, episcopi et metropolitæ. Azarias, Archidiaconus Hierosolymit. non solum suo sed etiam diaconorum nomine subscripsit, item Agapius, Sacerdos et Œconomus Gazæorum. Aderat ex majore Russia Timotheus monachus, confitens, hanc esse fidem et Russicæ et Orientalis Ecclesiæ; assensum etiam nomine subscripto præbuit Apocrisiarius serenissimi Moscoviæ imperatoris Alexii Josaphat, Hieromonachus, Archimandrita, sancti sepulchri. Arabicis literis signaverunt in Paris. edit. novem, in Amst. et Bibl. decimus est Chaleles, magnus Protonotarius Patriarchæ, qui ei ab epistolis fuit.

Источник и условия: Исповедание Досифея (Иерусалимский собор 1672), греческий текст · общественное достояние · The Confession of Dositheus, Greek text (Kimmel, Monumenta fidei Ecclesiae orientalis). In: Philip Schaff, The Creeds of Christendom, vol. 2 (Harper 1877; 4th ed. rev. D. S. Schaff 1919). Digital text: Christian Classics Ethereal Library ThML edition (ccel.org/ccel/schaff/creeds2, Rights: Public Domain). · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.