Ὁμολογία Δοσιθέου
Πιστεύομεν τὸν κύριον ἡμῶν Ιησοῦν Χριστὸν μόνον μεσίτην γεγονέναι, καὶ δόντα ἑαυτὸν λύτρον περὶ πάντων τὴν καταλλαγήν διὰ τοῦ ἰδίου αἵματος πεποιηκέναι ἀνάμεσον Θεοῦ καὶ ἀνθρώπων, καὶ αὐτὸν κηδόμενον τῶν ἰδίων εἶναι παράκλητον καὶ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. Ἐν ταῖς πρὸς αὐτὸν μέντοι ἐντεύξεσι καὶ αἰτήσεσιν εἶναι πρεσβευτὰς τοὺς ἁγίους φαμὲν καὶ πρὸ πάντων τὴν πανάχραντον μητέρα αὐτοῦ τοῦ Θεοῦ Λόγου, τοὺς τε ἁγίους ἀγγέλους, οὓς καὶ προστατοῦντας ἡμῶν οἴδαμεν, ἀποστόλους, προφήτας, μάρτυρας, ὁσίους καὶ πάντας, οὓς ἐκεῖνος ἐδόξασεν ὡς πιστοὺς αὐτοῦ θεράποντας, οἷς συναριθμοῦμεν καὶ τοὺς ἀρχιερεῖς καὶ ἰερεῖς ὡς περισταμένους τῷ θείῳ θυσιαστηρίῳ καὶ τοὺς ἀρετῇ διαφέροντας δικαίους ἄνδρας. Εὔχεσθαι γὰρ ὑπὲρ ἀλλὴλων καὶ πολὺ ἰσχύειν τὴν δέησιν τοῦ δικαίου, καὶ μᾶλλον ἀκούειν τὸν Θεὸν τῶν ἁγίων ἤπερ τῶν ἐν ἁμαρτίαις ἐγκαλινδουμένων, ἐκ τῶν ἰερῶν διδασκόμεθα λογίων. Οὐ μόνον δὲ ἔτι ὄντας ἐν τῇ παροικίᾳ τοὺς ἁγίους μεσίτας καὶ πρεσβευτὰς ἡμῶν πρὸς Θεὸν ὁμολογοῦμεν, ἀλλὰ καὶ μετὰ θάνατον μάλιστα, ὅτε καὶ, τῶν ἐσόπτρων λυθέντων, καθαρῶς ἐποπτεύουσι τὴν ἁγίαν τριάδα τὸ ἄπειρον ἐκείνης φῶς τούτων ἐν τῷ νῷ τίθησι τὰ ἡμέτερα. Ὡς γὰρ τοὺς προφήτας ἐν τῷ αἰσθητῷ ὄντας σώματι οὐκ ἀμφιβάλλομεν εἰδέναι τὰ ἐν οὐραυῷ, δἰ ὧν τὰ μέλλοντα ἐχρησμωδότουν· οὕτω καὶ τοὺς ἀγγέλους καὶ τοὺς ὡς ἀγγέλους γεγεννημένους ἁγίους εἰδέναι τὰ ἡμέτερα τῷ ἀπείρῳ τοῦ Θεοῦ φωτὶ οὐ διστάζομεν, ἀλλὰ μᾶλλον ἀνενδοιάστως πιστεύομεν καὶ ὁμολογοῦμεν.