Ὁμολογία Δοσιθέου
Πιστεύομεν ὑπὸ τοῦ ἁγίου πνεύματος διδάσκεσθαι τὴν καθολικὴν ἐκκλησίαν. Αὐτὸ γάρ ἐστιν ὁ ἀληθὴς παράκλητος, ὃν πέμπει παρὰ τοῦ πατρὸς ὁ Χριστὸς τοῦ διδάσκειν τὴν ἀλήθειαν καὶ τὸ σκότος ἀπὸ τῆς τῶν πιστῶν διανοίας ἀποδιώκειν. Ἡ τοῦ ἁγίου πνεύματος ὅμως διδαχὴ οὐκ ἀμέσως ἀλλὰ διὰ τῶν ἁγίων πατέρων καὶ καθηγεμόνων τῆς καθολικῆς ἐκκλησίας καταγλαΐζει τὴν ἐκκλησίαν, Ὡς γὰρ ἡ πᾶσα γραφή ἐστί τε καὶ λέγεται λόγος τοῦ ἁγίου πνεύματος, οὐχ ὅτι ἁμέσως ὑπ᾿ αὐτοῦ ἐλαλήθη, ἀλλ᾿ ὅτι ὑπ᾿ αὐτοῦ διὰ τῶν ἀποστόλων καὶ προφητῶν· οὕτω καὶ ἡ ἐκκλησία διδάσκεται μὲν ὑπὸ τοῦ ζωαρχικοῦ πνεύματος ἀλλὰ διὰ μέσου τῶν ἁγίων πατέρων καὶ διδασκάλων (ᾧν κανὼν αἱ οἰκουμενικαὶ καὶ ἅγιαι ὡμολόγηνται σύνοδοι· οὐ γὰρ τοῦτο παύσομαι μυριάκις λέγειν), καὶ διὰ τοῦτο οὐ μόνον πεπείσμεθα, ἀλλὰ καὶ ἀληθὲς καὶ βέβαιον ἀναμφιβόλως εἶναι ὁμολογοῦμεν, τὴν καθολικὴν ἐκκλησίαν ἀδύνατον ἁμαρτῆσαι ἢ ὅλως πλανηθῆναι ἤ ποτε τὸ ψεῦδος ἀντὶ τῆς ἀληθείας ἐκλέξαι. Τὸ γὰρ πανάγιον πνεῦμα ἀείποτε ἐνεργοῦν διὰ τῶν πιστῶς διακονούντων ἁγίων πατέοων καὶ καθηγεμόνων πάσης ὁποιασοῦν πλάνης τὴν ἐκκλησίαν ἀπαλλαττει.