Ὁμολογία Δοσιθέου
Πιστεύομεν τὸν υἱὸν τοῦ Θεοῦ Ιησοῦν Χριστὸν κένωσιν ὑποστῆναι, τοῦτ᾿ ἔστιν, ἐν τῇ ἰδίᾳ ὑποστάσει τὴν ἀνθρωπίνην σάρκα προσειληφέναι ἐκ πνεύματος ἁγίου, ἐν τῇ γαστρὶ τῆς ἀειπαρθένου Μαρίας συλληφθέντα καὶ ἐνανθρωπήσαντα, γεννηθέντα χωρὶς τοῦ δοῦναι πόνον ἢ ὠδῖνας τῇ ἰδίᾳ κατὰ σάρκα μητρὶ ἢ τὴν παρθενίαν αὐτῆς διασεῖσαι, παθόντα, ταφέντα, ἀναστάντα ἐν δόξῃ τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφὰς, ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ πατρὸς, ὃν καὶ προσδοκῶμεν ἐλευσόμενον κρῖναι ζῶντας καὶ νεκροὺς.