Ὁμολογία Δοσιθέου
Δοσίθεος ἐλέῳ Θεοῦ Πατριάρχης Ἰεροσολυμῶν τοῖς ἐρωτῶσι καὶ πυνθανομένοις περὶ τῆς πίστεως καὶ θρησκεἱας τῶν Γραικῶν ἤτοι τῆς ἀνατολικῆς ἐκκλησίας, πῶς δηλονότι περὶ τῆς ὀρθοδόξου πίστεως φρονεῖ, ἐν ὀνόματι κοινῶς τῶν ὑποκειμένων τῷ καθ᾿ ἡμᾶς ἀποστολικῷ θρόνῳ Χριστιανῶν ἁπάντων καὶ τῶν ἐπιδημούντων τῇ ἁγίᾳ ταύτῃ καὶ μεγάλῃ πόλει Ἱερουσαλὴμ ὀρθοδόξων προσκυνητῶν (οἷς πᾶσα ἐν τοῖς περὶ πίστεως ἡ καθολικὴ ἐκκλησία συνᾴδει) ἐκδίδωσι σύντομον ὁμολογίαν ταύτην εἰς μαρτύριον πρὸς τε Θεοῦ πρὸς τε ἀνθρώπων εἰλικρινεῖ συνειδήσει, οὐδεμιᾶς ἄνευ προσποιήσεως.