Ὁμολογία Δοσιθέου
Πιστεύομεν τὸν πρῶτον ἄνθρωπον κτισθέντα παρὰ Θεοῦ ἐν παραδίσῳ πεπτωκέναι, ὅτε καὶ παριδὼν τὴν θείαν ἐντολὴν τῇ τοῦ ὄφεως ἀπατηλῇ συμβουλῇ ἐπειθάρχησε· κἀντεῦθεν ἀναβλύσαι τὴν προπατορικὴν ἁμαρτίαν τῇ διαδοχῇ, ὥστε μηδένα κατὰ σάρκα γεννᾶσθαι, ὃς τὸ φορτίον οὐκ ἐπιφέρει τοῦτο καὶ τοὺς καρποὺς αὐτῇς οὐκ αἰσθάνεται ἐν τῷ νῦν αἰῶνι. Καρποὺς δέ φαμεν καὶ φορτίον οὐ τὴν ἁμαρτίαν, οἷον ἀσέβειαν, βλασφημίαν, φόνον, παιδεραστείαν, μοιχείαν, πορνείαν, ἔχθος, καὶ εἴ τι ἕτερον ὑπὸ μοχθηρᾶς προαίρεσεως ἐναντίον τῇ θεία θελήσει γίνεται, οὐχ ὑπὸ φύσεως· πολλοὶ γὰρ τῶν τε προπατόρων καὶ προφητῶν καὶ ἔτεροι μυρίοι ὅσοι τῶν ἐν τῇ σκιᾷ καὶ τῇ ἀληθείᾷ, ὅ τε θεῖος πρόδρομος καὶ κατ᾿ ἐξαίρετον λόγον ἡ τοῦ Θεοῦ Λόγου μητὴρ καὶ ἀειπάρθενος Μαρία τῶν τοιούτων καὶ τῶν ὁμοίων τούτοις πλημμελημάτων οὐκ ἐπειράθησαν· ἀλλ᾿ ἅπερ ὡς ποινὴν τῷ ἀνθρώπῳ διὰ τὴν παράβασιν δέδωκεν ἡ θεία δικαιοσύνη, οἷον ἱδρῶτας τῶν πόνων, θλίψεις, σωματικὰς ἀσθενείας, ὠδῖνας τοῦ τίκτειν καὶ τέως τὸ ζῇν ἐν τῇ παροικίᾳ ἐπιπόνως, καὶ τελευταῖον τὸν σωματικὸν θάνατον.