Ὁμολογία Δοσιθέου
Πιστεύομεν μηδένα σώζεσθαι ἄνευ πὶστεως. Καλοῦμεν δὲ πίστιν τὴν οὖσαν ἐν ἡμῖν ὀρθοτάτην ὑπόληψιν περί Θεοῦ καὶ τῶν θείων, ἥτις ἐνεργουμένη διὰ τῆς ἀγάπης, ταὐτὸν εἰπεῖν, διὰ τῶν θείων ἐντολῶν, δικαιοῖ ἡμᾶς παρὰ Χριστοῦ καὶ ταύτης ἄνευ τῷ θεῷ εὐαρεστῆσαι ἀδύνατον.