Ὁμολογία Δοσιθέου
Πιστεύομεν μέλη τῆς καθολικῆς ἐκκλησίας εἶναι πάντας καὶ μόνους τοὺς πιστοὺς, τοὺς τὴν τοῦ σωτῆρος Χριστοῦ δηλαδὴ ἀμώμητον πίστιν ὑπό τε ἐκείνου τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων καὶ τῶν ἁγίων οἰκουμενικῶν συνόδων δειχθεῖσαν, ἀδιστάκτως πρεσβεύοντας, κἂν καὶ τινες ἐξ αὑτῶν ἁμαρτίαις παντοίαις ὑπεύθυνοι εἶεν. Εἰ γὰρ μὴ ἦν μέλη τῆς ἐκκλησίας οἱ πιστοὶ μὲν, ἁμαρτίαις δὲ συζῶντες, οὐκ ἂν ὑπὸ τῆς ἐκκλησίας ἐκρίνοντο. Νῦν δὲ κρινόμενοι ὑπ᾿ αὐτῆς, εἴς τε μετάνοιαν προσκαλούμενοι καὶ εἰς τὸν τρίβον τῶν σωτηρίων ἐντολῶν ποδηγετούμενοι, κἂν καὶ ἔτι ἁμαρτίαις ῥυπαίνοιντο, μόνον δἰ αὐτὸ τοῦτο, ὅτι οὐ πεπτώκασιν εἰς ἀπόγνωσιν καὶ ὅτι τῆς καθολικῆς καὶ εὐσεβοῦς ἀντέχοντες πίστεως μέλη τῆς καθολικῆς ἐκκλησίας εἰσὶ καὶ γινώσκονται.