Перейти к содержанию

Исповедание Досифея (Иерусалимский собор 1672), греческий текст · Ὅρος 3

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: DOS1672.3

Сравнить рядом

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

Ὁμολογία Δοσιθέου

Πιστεύομεν τὸν ἄκρως ἀγαθὸν θεὸν ἐξ ἀϊδίου οὓς ἐξελέξατο εἰς δόξαν προορίσαι, οὓς δ᾿ αὖ ἀπεδοκίμασεν εἰς κατάκρισιν παραχωρῆσαι· οὐχ ὅτι δὲ τούτους οὕτως ἠβουλήθη δικαιῶσαι, τούτους δ᾿ ἀναιτίως παραχωρῆσαι καὶ κατακρῖναι. Ἀνοίκειον γὰρ τοῦτο τῷ πατρὶ τῶν ὅλων καὶ ἀπροσωπολείπτῃ καὶ θέλοντι πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, Θεῷ· ἀλλ᾿ ὅτι τούτους μὲν προεῖδεν καλῶς τῷ αὐτεξουσίῳ χρησομένους, τούτους δὲ κακῶς, προορίσαι ἢ κατακρῖναι. Ἐννοοῦμεν δὲ τῆν χρῆσιν τοῦ αὐτεξουσίου οὕτως, ὥστε τῆς θείας καὶ φωτιστικῆς χάριτος, ἣν καὶ προκαταρκτικὴν προσαγορεύομεν, οἶον φῶς τοῖς ἐν σκότει παρὰ τῆς θείας ἀγαθότητος πᾶσι χορηγουμένης, τοῖς βουλομένοις ὑπεῖξαι ταύτῃ, καὶ γὰρ οὐ τοὺς μὴ θέλοντας ἀλλὰ τοὺς θέλοντας ὠφελεῖ—καὶ συγκατατεθῆναι, ἐν οἶς ἐκείνη ἐντέλλεται, πρὸς σωτηρίαν οὖσιν ἀναγκαιοτάτοις, δωρεῖσθαι ἑπομένως καὶ ἰδικὴν χάριν, ἥτις συνεργοῦσα καὶ ἐνδυναμοῦσα καὶ ἐμμόνους πρὸς τὴν τοῦ θεοῦ ἀγάπην, ταὐτὸν εἰπεῖν, πρὸς ἃ θεὸς θέλει ἡμᾶς ἐργάζεσθαι ἀγαθὰ, ἃ καὶ ἡ προκαταρκτικὴ χάρις προσενετείλατο, ἀποτελοῦσα, δικαιοῖ καὶ προωρισμένους ποιεὶ. Τοῖς δὲ μὴ θέλουσιν ὑπακοῦσαι καὶ συγκατατεθῆναι τῇ χάριτι, καὶ διὰ τοῦτο οὐδ᾿ ἃ θεὸς βούλεται ἡμᾶς ἐργάζεσθαι τηροῦσι καὶ ἐν τοῖς τοῦ σατανᾶ ἐπιτηδεύμασι τὴν ἥν παρὰ θεοῦ εἰλήφασιν αὐτεξουσιότητα εἰς τὸ ἐργάζεσθαι ἑκουσίως τὸ ἀγαθὸν, καταχρωμένοις, γίνεσθαι τὴν παραχώρησιν εἰς ἀΐδιον κατάκρισιν. Τὸ δὲ λέγειν παμμιάρους αἱρετικοὺς—ὡς κεῖται ἐν τῷδε τῷ κεφαλαίῳ—τὸν θεὸν προορίζειν ἢ κατακρίνειν μηδαμῶς εἰς τὰ ἔργα ἀποβλέποντα τῶν προοριζομένων ἢ κατακρινομένων, βέβηλον καὶ ἀνόσιον οἴδαμεν. Ἐμάχετο γὰρ ἂν οὕτως ἡ γραφὴ πρὸς ἑαυτὴν, διὰ τῶν ἔργων τῷ πιστῷ διδάσκουσα τὴν σωτηρίαν καὶ τὸν θεὸν μόνον αἴτιον ὑποθεμένη κατὰ μόνην τὴν φωτιστικὴν χὰριν, ἣν μὴ προηγησαμένων ἔργων παρέχει, δεῖξαι τῷ ἀνθρώπῳ τὴν τῶν θείων πραγμάτων ἀλήθειαν, καὶ διδάξαι, ὅπως οὗτος ἐκείνῃ συγκατατεθῇ εἰ βούλοιτο, καὶ ποιήσει τὸ αγαθὸν καὶ εὐάρεστον, καὶ οὕτω σωτηρίας τυχεῖν. Οὐκ ἀναιρεῖ τὸ θέλειν, ἢ μὴν θέλειν ὑπακοῦσαι ἢ μὴ ὑπακοῦσαι αὐτῷ. Ἀλλὰ καὶ τὸ τὴν θείαν θέλησιν αἰτίαν εἶναι τῶν κατακρινομένων οὕτως ἁπλῶς καὶ ἀναιτίως, ποίαν οὐκ ἔχει μανίαν; ποίαν οὐκ ἐπιφέρει κατὰ τὸυ θεοῦ συκοφαντίαν; καὶ ποίαν εἰς τὸ ὕψος οὐ λαλεῖ ἀδικίαν καὶ βλασφημίαν; Απείραστον μὲν γὰρ κακῶν τὸ θεῖον καὶ πάντων ἐξ ἴσου ἔθελον σωτηρίαν, ὡς μὴ ἐχούσης χώραν τῆς προσωποληψίας παῤ αὐτῷ οἴδαμεν, καὶ τοῖς βεβήλοις γενομένοις σκεύεσι διὰ μοχθηρὰν αὐτῶν προαίρεσιν καὶ ἀμετανόητον καρδίαν, ὡς δίκαιον, παραχωρεῖν τὴν κατάκρισιν ὁμολογοῦμεν. Κολάσεως δ᾿ αἰωνίου, ὠμότητός τε καὶ ἀσπλαγχνίας καὶ μισανθρωπίας αἴτιον οὔποτε, οὔποτέ φαμεν τὸν θεὸν, τὴν χαρὰν γίνεσθαι ἐν οὐρανῷ ἐπὶ ἑνὶ μετανοοῦντι ἀμαρτωλῷ ἀποφηνάμενον. Μὴ γένοιτο, ἡμᾶς οὕτως ἢ πιστεῦσαι ἢ ἐννοῆσαι, ἑως ἂν ἑαυτῶν ἐσμέν, ἀναθέματι δὲ αἰωνίῳ καθυποβάλλομεν τοὺς τὰ τοιαῦτα καὶ λέγουτας καὶ φρονοῦντας καὶ χείρους πάυτων ἀπίστων γινώσκομεν.

Источник и условия: Исповедание Досифея (Иерусалимский собор 1672), греческий текст · общественное достояние · The Confession of Dositheus, Greek text (Kimmel, Monumenta fidei Ecclesiae orientalis). In: Philip Schaff, The Creeds of Christendom, vol. 2 (Harper 1877; 4th ed. rev. D. S. Schaff 1919). Digital text: Christian Classics Ethereal Library ThML edition (ccel.org/ccel/schaff/creeds2, Rights: Public Domain). · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.