Ὁμολογία Δοσιθέου
Πιστεύομεν πὰντα τά ὄντα, εἴτε ὁρατὰ εἴτε ἀόρατα ὑπὸ τῆς τοῦ Θεοῦ κυβερνᾶσθαι προνοίας, τὰ δὲ κακὰ, ᾗ κακὰ, προειδέναι μὲν τὸν Θεὸν καὶ παραχωρεῖν, οὐ μὴν καὶ προνοητὴν εἶναι τούτων, ἐπεὶ μηδὲ ποιητὴν. Ἤδη γεγενημένα δὲ ἐσθ᾿ ὅτε ἐπευθύνεσθαι πρός τι χρήσιμον ὑπὸ τῆς ἄκρας ἀγαθότητος, οὐ ποιούσης μὲν, ἐγκεντριζούσης δὲ πρὸς τὸ κρεῖττον ὡς οἶοντε ἐκείνοις. Ἐκθειάζειν δὲ, ἀλλ᾿ οὐκ ἐξετάζειν ὀφείλομεν τὴν θεἰαν πρόνοιαν ἐν τοῖς ἀπόῤῥήτοις καὶ μηδ᾿ ὅλως ἀποκαλυφθεῖσι κρίμασι. Τὰ μέντοι παρὰ τῇ θείᾳ γραφῇ παραδεδόμενα περὶ αὐτῆς, ὡς συντείνοντα πρὸς ζωὴν ἀιώνιον, δεῖν ἡμᾶς εὐγνωμόνως ἀνερευνᾷν καὶ ἐπομένως ταῖς πρώταις περὶ Θεοῦ ἐννοίαις ἀνενδοιάστως ἐκλαμβάνειν.