Ὁμολογία Δοσιθέου
Πιστεύομεν τὸν τρισυπόστατον θεὸν, τὸν πατέρα, τὸν υἱὸν, καὶ τὸ ἅγιον πνεῦμα ποιητὴν εἶναι ὁρατῶν τε πάντων καὶ ἀοράτων· καὶ ἀόρατα μὲν τὰς ἀγγελικὰς δυνάμεις, ψυχὰς τε λογικὰς καὶ δαίμονας, — εἰ καὶ μὴ τοιούτους τοὺς δαὶμονας, ὡς αὐτοὶ προαιρέσει ἰδίᾳ ὕστερον ἐγένοντο, ὁ θεὸς πεποίηκεν — ὁρατὰ δ᾿ οὐρανὸν καὶ τὰ ὑπ᾿ οὐρανὸν. Ὅτι δὲ φύσει ἀγαθὸς ὁ ποιητὴς, ἐποίησε καλὰ λίαν πάντα ὅσα ἐποίησεν, οὐδὲ δύναταί ποτε κακοῦ ποιητής εἶναι. Εἰ δέ τι κακόν, ταὐτὸν εἰπεῖν, ἁμάρτημα, γινόμενον ἐναντίως τῇ θείᾳ θελήσει, ἐστὶν ἐν τῷ ἀνθρώπῳ ἤ τῷ δαίμονι — ἁπλῶς γὰρ ἐν τῇ φύσει κακὸν οὐκ οἴδαμεν — ἐκεῖνο ἢ τοῦ ἀνθρώπου ἢ τοῦ διαβόλου εἶναι. Κανὼν γάρ ἐστιν ἀληθὴς καὶ ἀδιάπτωτος, κακοῦ τὸν θεὸν μηδαμῶς εἶναι δημιουργὸν, μήδε μὴν ὅλως δικαὶῳ λόγῳ τοῦ θεοῦ καταψηφίζεσθαι.