Перейти к содержанию

Исповедание Досифея (Иерусалимский собор 1672), греческий текст · Ὅρος 14

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: DOS1672.14

Сравнить рядом

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

Ὁμολογία Δοσιθέου

Πιστεύομεν τὸν ἄνθρωπον κατολισθήσαντα τῇ παραβάσει παρασυμβληθῆναι καὶ ὁμοιωθῆναι τοῖς κτήνεσι, τοῦτ᾿ ἔστιν, ἀμαυρωθῆναι καὶ τῆς τελειότητος καὶ ἀπαθείας ἐκπεσεῖν, οὐ μὴν καὶ τῆς ἧς ἔτυχε παρὰ τοῦ ἄκρως ἀγαθοῦ Θεοῦ φύσεως καὶ ἐνεργείας ἐξεστηκέναι. Οὕτω γὰρ οὐκ ἂν ἦν λογικὸς καὶ ἑπομένως οὐδ᾿ ἄνθρωπος· ἀλλ ἔχειν τὴν φύσιν αὐτὴν, ἧ ἔκτισται καὶ τὴν τῆς φύσεως ἐνέργειαν, ἥτις ἐστὶ τὸ αὐτεξούσιον, ζῶσαν καὶ ἐνεργὸν· ὥστε κατὰ φύσιν δύνασθαι αἱρεῖσθαι μὲν καὶ ἐργάζεσθαι τὸ καλὸν, φεύγειν δὲ καὶ μυσάττεσθαι τὸ κακὸν. Ἄτοπον γὰρ τὸ τὴν καλὴν τοῦ ἄκρως ἀγαθοῦ δημιουργηθεῖσαν φύσιν ἄμοιρον ἀγαθῆς ἐνεργείας ὁμολογεῖν. Τοῦτο γὰρ κακὴν εἶναι τὴν φύσιν λέγειν ἐστίν· οὗ τί ἀσεβέστερον; Ἡ γὰρ ἐνέργεια τῆς φύσεως ἤρτηται, ἡ φύσις δὲ τοῦ δημιουργοῦ· εἰ καὶ ὁ τρόπος διαφέρει. Ὅτι δὲ δύναται ὁ ἄνθρωπος φύσει ἐργάζεσθαι τὸ ἀγαθὸν, ὑπαινίττεται μὲν καὶ ὁ κύριος λέγων, καὶ τοὺς ἐθνικοὺς ἀγαπᾷν τοὺς ἀγαπῶντας αὐτοὺς. Διδάσκεται δὲ σαφέστατα καὶ ὑπὸ τοῦ Παὺλου Ῥωμ. πρώτ. κεφ. ιθʹ. καὶ ἀλλαχοῦ ῥητῶς, ἐν οἷς φησὶ, τὰ μὴ νόμον ἔχοντα ἐθνη φύσει τὰ τοῦ νόμου ποιεῖν. Ἐξ ὧν φανερὸν καὶ τοῦτο, ὅτι δηλαδὴ ἀδύνατον, ὅτι ποιήσει ὁ ἄνθρωπος ἀγαθὸν, ἁμαρτίαν εἶναι. Τὸ γὰρ καλὸν ἀδύνατον κακὸν εἶναι. Γινόμενον μέντοι φύσει μόνῃ καὶ ψυχικὸν οὐχὶ δὲ καὶ πνευματικὸν ποιοῦν τὸν μετερχόμενον, οὐ συμβάλλεται πρὸς σωτηρίαν ἁπλῶς ἄνευ πίστεως, ἀλλ᾿ οὐδὲ μὴν πρὸς κατάκρισιν· οὐδὲ γὰρ ἐνδέχεται. τὸ καλὸν, ᾗ τοιοῦτον, κακοῦ γενέσθαι αἰτίαν. Ἐν τοῖς ἀναγεννηθεῖσι δὲ, ὑπὸ τῆς χάριτος καὶ μετὰ τῆς χάριτος ἐνεργούμενον τέλειον ἀπεργάζεται καὶ σωτηρίας ἄξιον ποιεῖται τὸν ἐνεργοῦντα. Ὁ ἄνθρωπος τοιγαροῦν πρὸ τῆς ἀναγεννήσεως δύναται φύσει κλίνειν πρὸς τὸ καλὸν καὶ αἱρεῖσθαι καὶ ἐργάζεσθαι τὸ ἠθικὸν καλὸν. Ἀναγεννηθεὶς δὲ ἵνα ποιῇ τὸ πνευματικὸν καλὸν—σωτηρίας γὰρ ὄντα παραίτια τοῦ πιστοῦ τὰ ἔργα καὶ ὑπὸ χάριτος ὑπερφυοῦς ἐνεργούμευα καὶ πνευματικὰ εἰκότως ὀνομάζεται—ἀνάγκη προηγεῖσθαι καὶ προφθάνειν τὴν χάριν, ὃν τρόπον εἴρητο ἐν τοῖς περὶ προορισμοῦ· ὥστε μηδὲν δύνασθαι ἐξ ἑαυτοῦ τῆς κατὰ Χριστὸν ζωῆς ἄξιον ἔργον ἐκτελέσαι, ἐξ ἑαυτοῦ μέντοι ἔχειν τὸ θελῆσαι ἢ μὴ θελῆσαι τῇ χάριτι συγκατατεθῆναι.
Ссылки на Писание, напечатанные в источнике

Ссылки на Писание, напечатанные в источнике: Rom.1.19

Источник и условия: Исповедание Досифея (Иерусалимский собор 1672), греческий текст · общественное достояние · The Confession of Dositheus, Greek text (Kimmel, Monumenta fidei Ecclesiae orientalis). In: Philip Schaff, The Creeds of Christendom, vol. 2 (Harper 1877; 4th ed. rev. D. S. Schaff 1919). Digital text: Christian Classics Ethereal Library ThML edition (ccel.org/ccel/schaff/creeds2, Rights: Public Domain). · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.