Перейти к содержанию

Исповедание Досифея (Иерусалимский собор 1672), греческий текст · Ὅρος 10

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: DOS1672.10

Сравнить рядом

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

Ὁμολογία Δοσιθέου

Πιστεύομεν τὴν λεγομένην, μᾶλλον δὲ τὴν οὖσαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν, εἰς ἣν καὶ πιστεύειν δεδιδάγμεθα, πάντας τοὺς ἐν χριστῷ πιστοὺς καθόλου περιέχειν, οἵτινες δηλονότι εἰσέτι καὶ νῦν ἐν τῇ παροικίᾳ ὄντες οὐκ ἔφθασαν ἐν τῇ πατρίδι ἀποδημῆσαι. Μηδαμῶς δὲ συγχέομεν τὴν ἐν τῇ παροικίᾳ ταύτην ἐκκλησίαν τῇ ἐν τῇ πατρίδι, διὰ τὸ εἶναι τυχὸν, ὥς φασί τινες τῶν αἱρετικῶν, καὶ τῶν δύο τὰ μέλη πρόβατα τοῦ ἀρχιποιμένος Θεοῦ καὶ καθαγιάζεσθαι ὑπὸ τοῦ αὐτοῦ ἁγίου πνεύματος· ἄτοπον γὰρ ἅμα καὶ ἀδύνατον, ἐπειδὴ ἡ μὲν ἔτι πυκτεύει καὶ ἐν τῇ ὁδῷ ἐστίν, ἡ δὲ τροπαιοφορεῖ καὶ ἐν τῇ πατρίδι ἀποκατέστη, καὶ τὸ βραβεῖον εἴληφεν. Ἥστινος καθολικῆς ἐκκλησίας ἐπειδὴ θνητὸς ἄνθρωπος καθόλου καὶ ἀΐδιος κεφαλὴ εἶναι οὐ δύναται, αὐτὸς ὁ κύριος ἡμῶν Ιησοῦς Χριστός ἐστι κεφαλὴ καὶ αὐτὸς τοὺς οἴακας ἔχων ἐν τῇ τῆς ἐκκλησίας κυβερνήσει πηδαλιουχεῖ διὰ τῶν ἁγίων πατέρων. Καὶ διὰ τοῦτο ταῖς κατὰ μέρος ἐκκλησίαις, κυρίως οὔσαις ἐκκλησίαις, καὶ ὑπὸ κυρίως μελῶν συνισταμέναις, ἡγουμένους καὶ ποιμένας καὶ ὅλως οὐκ ἐν καταχρήσει ἀλλὰ κυρίως ἀρχὰς καὶ κεφαλὰς τοὺς ἐπισκόπους ἔθηκε τὸ πνεῦμα τὸ ἅγιον, εἰς τὸν τῆς σωτηρίας ἡμῶν ἀρχηγὸν καὶ τελειωτὴν ἀφορώσας, καὶ εἰς αὐτὸν τὴν ἐνέργειαν τῆς κατὰ τὴν κεφαλὴν χορηγίας ἀναβιβαζούσας δηλονότι. Ἐπειδὴ δὲ μετὰ τῶν ἀλλων ἀσεβειῶν ἔδοξε καὶ τοῦτο τοῖς Καλουΐνοις, ὅτι τυχόν ταὐτόν ἐστιν ἱερεὺς ἁπλῶς καὶ ἀρχιερεὺς· καὶ δυνατὸν μὴ εἶναι ἀρχιερέα καὶ διά τινων ἱερέων τὴν ἐκκλησίαν κυβερνᾶσθαι, καὶ οὐκ ἀρχιερεὺς ἀλλὰ καὶ ἱερεὺς δύναται χειροτονεῖν ἱερέα, καὶ πλείονας ἱερεῖς χειροτονεῖν ἀρχιερέα· καὶ ταύτης τῆς κακεντρεχίας κοινωνὸν εἶναι μεγαλοῤῥημονοῦσι καὶ τὴν ἀνατολικὴν ἐκκλησίαν, οὗ ἔνεκα καὶ τὸ δέκατον κεφάλαιον συγγέγραπται Κυρίλλῳ, φαμὲν πλατύτερον κατὰ τὴν ἄνωθεν ἐπικρατήσασαν γνώμην τῇ ἀνατολικῇ ἐκκλησίᾳ· Ὅτι τὸ τοῦ ἐπισκόπου ἀξίωμα οὕτως ἐστὶν ἐν τῇ ἐκκλησίᾳ ἀναγκαῖον, ὥστε χωρὶς αὐτοῦ μὴ δύνασθαι μήτε ἐκκλησίαν μήτε Χριστιανόν τινα ἢ εἶναι ἢ ὅλως λέγεσθαι. Αὐτὸς γὰρ ὡς ἀποστολικὸς διάδοχος τὴν χάριν τὴν δοθεῖσαν ἐκείνῳ παρὰ τοῦ κυρίου εἰς τὸ δεσμεῖν τε καὶ λύειν, χειρῶν ἐπιθέσει καὶ ἐπικλήσει τοῦ παναγίου πνεύματος ἀλληλοδιαδόχως λαβὼν, ζῶσά ἐστι εἰκὼν τοῦ Θεοῦ ἐπί τῆς γῆς καὶ μετέξει πληρεστάτῃ ἐνεργείας τοῦ τελεταρχικοῦ πνεύματος, πήγηπάντων τῶν μυστηρίων τῆς καθολικῆς ἐκκλησίας, δἰ ᾧν σωτηρίας ἐπιτυγχάνομεν. Οὕτω δὲ αὐτοῦ τὸ ἀναγκαῖον ἐννοοῦμεν ἐν τῇ ἐκκλησίᾳ, ὡς ἐν τῷ ἀνθρώπῳ τὴν ἀναπνοὴν καὶ ἐν τῷ κόσμῳ τὸν ἥλιον. Ὅθεν καὶ τισι κομψῶς πρὸς ἔπαινον τοῦ ἀρχιερατικοῦ ἀξιώματος εἴρηται· ὅ, τι Θεὸς ἐν τῇ οὐρανίῳ τῶν πρωτοτόκων ἐκκλησίᾳ, καὶ ἥλιος ἐν τῷ κόσμῳ, τοῦτο ἕκαστος ἀρχιερεὺς ἐν τῇ κατὰ μέρος ἐκκλησίᾳ, ὡς δἰ οὗ τὸ ποίμνιον λαμπρύνεται, θάλπει καὶ ναὸς Θεοῦ γίνεται. Ὅτι δὲ ἀλληλοδιαδόχως τὸ τῆς ἐπισκοπικῆς μέγα μυστήριον καὶ ἀξίωμα δίδοται μέχρις ἡμῶν, φανερὸν. Ὁ γὰρ κύριος εἰπών εἶναι μεθ᾿ ἡμῶν εἰς τὸν αἰῶνα, εἰ καὶ κατ᾿ ἄλλους τρόπους χάριτος καὶ θείων εὐεργετημάτων ἐστὶ μεθ᾿ ἡμῶν, ἀλλ᾿ οὖν κυριωτέρῳ τρόπῳ διὰ τῆς ἐπισκοπικῆς τελεταρχίας οἰκειοῦται ἡμᾶς καὶ σύνεστιν ἡμῖν, καὶ διὰ τῶν ἰερῶν μυστηρίων ἑνοῦται ἡμῖν, ὧν πρωτουργός ἐστι καὶ τελετάρχης διὰ τοῦ πνεύματος ὁ ἐπίσκοπος· καὶ οὐκ ἐᾷ αἱρέσει ὑποπεσεῖν. Καὶ διὰ τοῦτο καὶ Δαμασκηνὸς τετάρτῃ ἐπιστολῇ πρὸς Ἀφρικανοὺς ἔλεγε, τὴν καθόλου ἐκκλησίαν τοῖς ἐπισκόποις γενικῶς ἐπιτετράφθαι, καὶ Κλήμης πρῶτος Ῥωμαίων ἐπίσκοπος καὶ Εὐόδιος ἐν Ἀντιοχείᾳ καὶ Μάρκος ἐν Αλεξανδρείᾳ Πέτρου διάδοχοι ὁμολογοῦνται. Καὶ Στάχυν ἐν τῷ τῆς Κωνσταντινουπόλεως θρόνῳ ὁ θεῖος Ἀνδρέας ἀντ᾿ ἐκείνου καθίστησι, καὶ ἐν τῇ μεγάλῃ ταύτῃ ἁγίᾳ πόλει Ἱερουσαλὴμ ὁ μὲν κύριος Ιάκωβον ποιεῖ, μετὰ δὲ Ἰάκωβον ἕτερος ἐγένετο, καὶ μετ᾿ ἐκεῖνον ἕτερος ἄχρις ἡμῶν, καὶ διὰ τοῦτο Τερτουλλιανὸς ἐν τῇ πρὸς Παπιανόν ἐπιστολῇ πάντας τοὺς ἐπισκόπους ἀποστολικοὺς διαδόχους καλεῖ. Τούτων τὴν διαδοχὴν ·καὶ τὴν ἀποστολικὴν ἀξίαν καὶ ἐξουσίαν καὶ Εὐσέβιος ὁ Παμφίλου μαρτυρεῖ καὶ ἁπλῶς οἱ πατέρες μαρτυροῦσιν, οὓσ περιττὸν ἐγκαταλέγειν, καὶ ἡ κοινὴ καὶ ἀρχαιοτάτη τῆς καθολικῆς ἐκκλησίας συνήθεια βεβαιοῖ. Ὅτι δὲ διαφέρει τὸ ἐπισκοπικὸν ἀξίωμα τοῦ ἁπλῶς ἱερέως, δῆλον. Ὁ γὰρ ἱερεὺς χειροτονεῖται ὑπὸ τοῦ ἐπισκόπου, ἐπίσκοπος δὲ οὐ χειροτονεῖται ὑπὸ ἱερέως, ἀλλ᾿ ὑπὸ δύο ἢ τριῶν ἀρχιερέων, ὡς ὁ ἀποστολικὸς βούλεται κανών. Καὶ ὁ μὲν ἱερεὺς ἐκλέγεται ὑπὸ τοῦ ἐπισκόπου, ὁ δὲ ἀρχιερεὺς οὐκ ἐκλέγεται ὑπὸ τῶν ἱερέων εἴτ᾿ οὖν πρεσβυτέρων, οὐτ᾿ ἐκλέγεται ὑπὸ πολιτικῶν ἀρχόντων, ἀλλ᾿ ὑπὸ τῆς συνόδου τῆς ἀνωτάτω ἐκκλησίας τοῦ κλίματος ἐκείνου, ἐν ᾧ κεῖται ἡ πόλις ἡ δεξομένη τὸν χειροτονηθησόμενον, ἣ τοὐλάχιστον ὑπὸ τῆς συνόδου τῆς ἐπαρχίας ἐκείνης, ἐν ᾧ δεῖ γίνεσθαι τὸν ἐπίσκοπον. Εἰ δέ ποτε καὶ ἡ πόλις ἐκλέγοι, ἀλλ᾿ οὐχ ἁπλῶς· ἡ γὰρ ἐκλογὴ τῇ συνόδῳ ἀναφέρεται, καὶ εἰ μὲν δόξοι ταύτην κατὰ κανόνας καλῶς ἔχειν, ὁ ἐκλεχθεὶς προβάλλεται διὰ τῆς χειροθεσίας μέν τῶν ἐπισκόπων, τῇ ἐπικλήσει δὲ τοῦ παναγίου πνεύματος· εἰ δὲ μὴ, ὃν βούλεται ἡ σύνοδος, ἐκεῖνος καὶ προβιβάζεται. Καὶ ὁ μὲν ἱερεὺς εἰς ἐαυτὸν σώζει τὴν, ἣν εἴληφεν, ἐξουσίαν καὶ χάριν τῆς ἱερωσύνης, ὁ ἐπίσκοπος δέ καὶ ἑτέροις μεταδίδωσι. Καὶ ὁ μὲν ἤδη λαβὼν τὸ τῆς ἰερωσύνης ἀξίωμα ὑπὸ τοῦ ἐπισκόπου, βάπτισμα μόνον τελεῖ τὸ ἅγιον καὶ εὐχέλαιον, ἰερουργεῖ τὴν ἀναίμακτον θυσίαν καὶ μεταδίδωσι τῷ λαῷ τὸ πανάγιον σῶμα καὶ αἷμα τοῦ κυρίου ἠμῶν Ιησοῦ Χπιστοῦ, χρίει τοὺς βαπτιζομένους τῷ ἁγίῳ μύρῳ, στεφανοῖ τοὺς κατὰ νόμον γαμοῦντας εὐσεβεῖς, εὔχεται ὐπὲρ τῶν ἀσθενῶν καὶ ὑπὲρ πάσης σωτηρίας καὶ ἀληθείας ἐπιγνώσεως πάντων ἀνθρώπων, ἐξαιρέτως δ᾿ ὑπὲρ τῆς τῶν εὐσεβῶν ζώντων καὶ τεθνεώτων ἀφέσεως καὶ συγχωρήσεως τῶν ἁμαρτιῶν. Εἰ δὲ καὶ δοκιμῇ καὶ ἀρετῇ διαφέροι, λαβὼν ἐξουσίαν παρὰ τοῦ ἐπισκόπου διορθοῖ τοὺς πρὸς αὐτὸν ἐρχομένους εὐσεβεῖς, καὶ εἰς τὴν πρὸς κτῆσιν τῆς οὐρανίου βασιλείας ὁδόν ποδηγετεῖ, καὶ κήρυξ τοῦ ἰεροῦ προχειρίζεται εὐαγγελίου. Ὁ δὲ ἀρχιερεὺς καὶ τούτων ἁπάντων διάκονός ἐστιν, ἐπείδηπερ αὐτός ἐστιν, ὡς εἴρηται, πηγὴ τῶν θείων μυστηρίων καὶ χαρισμάτων διὰ τοῦ ἁγίου πνεύματος, καὶ τὸ ἅγιον μύρον μονώτατος ἐπιτελεῖ. Καὶ αἱ χειροτονίαι πάντων τῶν ἐν τῇ ἐκκλησίᾳ τάξεων καὶ βαθμῶν τούτου εἰσὶν ἴδιαι· καὶ κατὰ πρῶτον καὶ ὑπέρτερον λόγον οὗτος δεσμεῖ καὶ λύει, καὶ Θεῷ ἡ κρίσις εὐαπόδεκτος, ὡς ὁ κύριος εἴρηκε. Καὶ τὸ ἱερὸν εὐαγγέλιον διδάσκει καὶ τῆς εὐσεβοῦς ὑπερμαχεῖ πίστεως καὶ τοὺς παρακούοντας ὡς ἐθνικοὺς καὶ τελώνας τῆς ἐκκλησίας ἀποδιΐστησι, καὶ τοὺς αἱρετικοὺς ἀφορισμῷ καὶ ἀναθέματι καθυποβάλλει, καὶ τῆν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ἐξ ὧν καταφανές ἐστιν, ἀναντιῤῥήτως διαφέρειν τὸν ἐπίσκοπον τοῦ ἁπλῶς ἱερέως καὶ πλὴν αὐτοῦ μὴ δυναμένους πάντας τοὺς ἐν τῷ κόσμῳ ἱερεῖς ἐκκλησίαν Θεοῦ ποιμάναι ἢ ὅλως κυβερνῆσαι. Ἀλλὰ καλῶς λέγεταί τινι τῶν πατέρων, οὐ ῥᾴδιον, αἱρετικὸν ἄνδρα συνετὸν εὑρεῖν. Καταλιπόντες γὰρ οὗτοι τὴν ἐκκλησίαν, ἐγκατελείφθησαν ὑπὸ τοῦ ἁγίου πνεύματος καὶ οὐκ ἔμεινεν ἐν αὐτοῖς σύνεσις οὔτε φῶς ἀλλὰ σκότος καὶ πωρωσις. Εἰ γὰρ μὴ τοιαῦτα πεπόνθασιν, οὐκ ἂν πρὸς τὰ φανερώτατα ἀντιτείναιντο, ἐξ ᾧν ἐστὶ καὶ τὸ τῆς ἐπισκοπικῆς μέγα ὄντως μυστήριον ὑπὸ τῆς γραφῆς διδασκόμενον, ὑπό τε πάσης ἐκκλησιαστικῆς ἱστορίας καὶ συγγραφῆς ἁγίων συγγραφόμενόν τε καὶ μαρτυρούμενον, καὶ ὑπό τῆς καθολικῆς ἐκκλησίας ἀεὶ γινόμενόν τε καὶ ὁμολογούμενον.

Источник и условия: Исповедание Досифея (Иерусалимский собор 1672), греческий текст · общественное достояние · The Confession of Dositheus, Greek text (Kimmel, Monumenta fidei Ecclesiae orientalis). In: Philip Schaff, The Creeds of Christendom, vol. 2 (Harper 1877; 4th ed. rev. D. S. Schaff 1919). Digital text: Christian Classics Ethereal Library ThML edition (ccel.org/ccel/schaff/creeds2, Rights: Public Domain). · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.