Ὁμολογία Δοσιθέου
Πιστεύομεν τὰς τῶν κεκοιμημένων ψυχὰς εἶναι ἢ ἐν ἀνέσει ἢ ἐν ὀδύνῃ, καθ᾿ ὅ, τι ἕκαστος ἔπαραξεν·—χωριζομένας γὰρ ἀπὸ τῶν σωμάτων παραυτίκα ἢ πρὸς εὐφροσύνην ἢ πρὸς λύπην καὶ στεναγμὸν ἐκδημεῖν, ὁμολογουμένης μέντοι μήτε τῆς ἀπολαύσεως μήτε τῆς κατακρίσεως τελείας. Μετὰ γὰρ τὴν κοινὴν ἀνάστασιν, ὅτε ἡ ψυχὴ ἐνωθείη τῷ σώματι, μεθ᾿ οῦ καλῶς ἢ πονηρῶς ἐπολιτεύσατο, ἀπολήψεται ἕκαστος τὸ τέλειον ἢ τῆς ἀπολαύσεως ἢ τῆς κατακρίσεως δηλονότι. Τοὺς δὲ συμφθαρέντας θανασίμοις πλημμελήμασι καὶ μὴ ἐν ἀπογνώσει ἀποδημήσαντας ἀλλὰ μετανοήσαντας μὲν, ἔτι περιόντας ἐν τῷ μετὰ σώματος βίῳ, μὴ ποιήσαντας δὲ οὐδοτιοῦν καρπὸν μετανοίας—ἐκχέαι δάκρυα δηλονότι καὶ γονυπετῆσαι ἐν γρηγορήσει προσευχῶν, θλιβῆναι, πτωχοὺς παραμυθῆσαι, καὶ τέως ἐν ἔργοις τὴν πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον ἀγάπην ἐπιδεῖξαι, ἃ καὶ ἱκανοποίησιν καλῶς ἡ καθολικὴ ἐκκλησία ἀπ᾿ ἀρχῆς ὠνόμασε—τούτων καὶ αὐτῶν τὰς ψυχὰς ἀπέρχεσθαι εἰς ᾄδου καὶ ὑπομένειν τῶν ἕνεκα ὧν εἰργάσαντο ἁμαρτημάτων ποινήν. Εἶναι δ᾿ ἐν συναισθήσει τῆς ἐκεῖθεν ἀπαλλαγῆς, ἐλευθεροῦσθαι δὲ ὑπὸ τῆς ἄκρας ἀγαθότητος διὰ τῆς δεήσεως τῶς ἱερέων καὶ εὐποιϊῶν, ἃ τῶν ἀποιχομένων ἕνεκα οἱ ἑκάστου συγγενεῖς ἀποτελοῦσι· μεγάλα δυναμένης μάλιστα τῆς ἀναιμάκτου θυσίας, ἣν ἰδίως ὑπὲρ τῶς κεκοιμημένων συγγενῶν ἕκαστος καὶ κοινῶς ὑπὲρ πάντων ἡ καθολικὴ καὶ ἀποστολικὴ ὁσημέραι ποιεῖ ἐκκλησία· ἐννοουμένου μέντοι καὶ τούτου τοῦ μὴ εἰδέναι ἡμᾶς δηλαδὴ τὸν καιρὸν τῆς ἀπαλλαγῆς. Ὅτι γὰρ γίνεται ἐλευθερία τῶν τοιούτων, ἀπὸ τῶν δεινῶν καὶ πρὸ τῆς κοινῆς ἀναστάσεώς τε καὶ κρίσεως οἴδαμεν καὶ πιστεύομεν· πότε δὲ, ἀγνοοῦμεν.