Перейти к содержанию

Исповедание Досифея (Иерусалимский собор 1672), греческий текст · Ὅρος 17

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: DOS1672.17

Сравнить рядом

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

Ὁμολογία Δοσιθέου

Πιστεύομεν τὸ πανάγιον μυστήριον τῆς ἱερᾶς εὐχαριστίας, ὅπερ ἀνωτέρω κατὰ τάξιν τέταρτον ἐθέμεθα, ἐκεῖνο εἶναι, ὅπερ ὁ κύριος παρέδωκε τῇ νυκτὶ, ᾗ παρεδίδου ἑαυτὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Λαβὼν γὰρ ἄρτον καὶ εὐλογήσας ἔδωκε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις εἰπών· λάβετε. φάγετε· τοῦτό ἐστι τὸ σῶμα μου. Καὶ λαβὼν τὸ ποτήριον εὐχαριστήσας εἴρηκε· πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ αἶμά μου τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Τούτου ἐν τῇ ἱερουργίᾳ πιστεύομεν παρεῖναι τὸν κύριον Ιησοῦν Χριστὸν οὐ τυπικῶς, οὐδ᾿ εἰκονικῶς, οὐδὲ χάριτι ὑπερβαλλούσῃ, ὡς ἐν τοῖς λοιποῖς μυστηρίοις, οὐδὲ κατὰ μόνην παρουσίαν, καθώς τινες τῶν πατέρων εἰρήκασι περὶ τοῦ βαπτίσματος, οὐδὲ κατ᾿ ἀναρτισμὸν, ὥστε ἑνοῦσθαι τὴν θεότητα τοῦ λόγου τῷ προκειμένω τῆς εὐχαριστίας ἄρτῳ ὑποστατικῶς, καθὼς οἱ ἀπὸ Λουθήρου λίαν ἀμαθῶς καὶ ἀθλίως δοξάζουσιν· ἀλλ᾿ ἀληθῶς καὶ πραγματικῶς, ὥστε μετὰ τὸν ἁγιασμὸν τοῦ ἄρτου καὶ τοῦ οἴνου μεταβάλλεσθαι, μετουσιοῦσθαι, μεταποιεῖσθαι, μεταῤῥυθμίζεσθαι τὸν μὲν ἄρτον εἰς αὐτὸ τὸ ἀληθὲς τοῦ κυρίου σῶμα, ὅπερ ἐγεννήθη ἐν Βηθλεέμ ἐκ τῆς ἀειπαρθένου, ἐβαπτίσθη ἐν Ἰορδάνῃ, ἔπαθεν, ἐτάφη, ἀνέστη, ἀνελήφθη, κάθηται ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ πατέρος, μέλλει ἐλθεῖν ἐπί τῶν νεφελῶν τοῦ οὐρανοῦ,—τὸν δ᾿ οἶνον μεταποιεῖσθαι καὶ μετουσιοῦσθαι εἰς αὐτὸ τὸ ἀληθὲς τοῦ κυρίου αἶμα, ὅπερ κρεμαμένου ἐπὶ τοῦ σταυροῦ ἐχύθη ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Ἔτι μετὰ τὸν ἁγιασμὸν τοῦ ἄρτου καὶ τοῦ οἴνου οὐκ ἔτι μένειν τὴν οὐσίαν τοῦ ἄρτου καὶ τοῦ οἴνου, ἀλλ᾿ αὐτὸ τὸ σῶμα καὶ τὸ αἶμα τοῦ κυρίου ἐν τῷ τοῦ ἄρτου καὶ τοῦ οἴνου εἴδει καὶ τύπῳ, ταὐτὸν εἰπεῖν, ὑπὸ τοῖς τοῦ ἄρτου συμβεβηκόσιν. Ἔτι αὐτὸ τὸ πανακήρατον τοῦ κυρίου σῶμα καὶ αἷμα μεταδίδοσθαι καὶ εἰσδύειν εἰς τὸ στὸμα καὶ στόμαχον τῶν μετεχόντων εὐσεβῶν τε καὶ ἀσεβῶν. Πλὴν τοῖς μὲν εὐσεβέσι καὶ ἀξίοις ἄφεσιν ἁμαρτιῶν καὶ ζωὴν αἰώνιον προξενεῖν· τοῖς δὲ ἀσεβέσι καὶ ἀναξίοις κατάκρισιν καὶ κόλασιν αἰώνιον παραχωρεῖν. Ἔτι τέμνεσθαι μὲν καὶ διαιρεῖσθαι εἴτε χέρσιν εἴτε καὶ ὁδοῦσι τὸ σωμα καὶ τὸ αἷμα τοῦ κυρίου κατὰ συμβεβηκὸς μέντοι ἤτοι κατὰ τὰ συμβεβηκότα τοῦ ἄρτου καὶ τοῦ οἴνου, καθ᾿ ἃ καὶ ὁρατὰ καὶ ἁπτὰ εἷναι ὁμολογοῦνται, καθ᾿ ἑαυτὰ δὲ μένειν ἄτημτα πάντη καὶ ἀδιαίρετα. Ὅθεν καὶ ἡ καθολικὴ ἐκκλησία φησὶ· Μερίζεται καὶ διαμερίζεται ὁ μελιζομενος καὶ μὴ διαιρούμενος, ὁ πὰντοτε ἐσθιόμενος καὶ οὐδέποτε δαπανώμενος, ἀλλὰ τούς μετέχοντας—δηλονότι ἀξίως—ἁγιάζων. Ἔτι ἐν ἑκάστῳ μέρει καὶ τμήματι ἐλαχίστῳ τοῦ μεταβληθέντος ἄρτου καὶ οἴνου οὐκ εἶναι μέρος τοῦ σώματος καὶ αἵματος τοῦ κυρίου—βλάσφημον γὰρ τοῦτο καὶ ἄθεον—ἀλλ᾿ ὅλον ὁλικῶς τὸν δεσπότην Χριστὸν κατ᾿ οὐσίαν μετὰ ψυχῆς δηλονότι καὶ θεότητος, ἤτοι τέλειον Θεὸν καὶ τέλειον ἄνθρωπον. Ὅθεν καὶ πολλῶν γινομένων ἐν τῇ οἰκουμένῃ μιᾷ καὶ τῇ αὐτῇ ὥρᾳ ἰερουργιῶν, μὴ γίνεσθαι πολλοὺς Χριστοὺς ἢ πολλὰ σώματα Χριστοῦ, ἀλλ᾿ ἕνα καί τὸν αὐτὸν Χριστὸν παρεῖναι ἀληθῶς καί πραγματικῶς, καὶ ἕν εἶναι αὐτοῦ τὸ σῶμα καὶ τὸ αἷμα ἐν πάσαις ταῖς κατὰ μέρος τῶν πιστῶν ἐκκλησίαις καὶ τοῦτο οὐχ ὅτι τὸ ἐν οὐρανοῖς τοῦ δεσπότου ἐν τοῖς θυσιαστηρίοις κάτεισι σῶμα, ἀλλ᾿ ὅτι ὁ τῆς προθέσεως ἐν πάσαις ταῖς κατὰ μέρος ἐκκλησίαις προκείμενος ἄρτος μεταποιούμενος καὶ μετουσιουμενος μετὰ τὸν ἁγιασμὸν γίνεται καὶ ἐστι ἕν καὶ τὸ αὐτὸ τῷ ἐν οὐρανοῖς. Ἕν γὰρ τὸ σῶμα τοῦ κυρίου ἐν πολλοῖς τόποις καὶ οὐ πολλὰ, καὶ διὰ τοῦτο τὸ μυστήριον τοῦτο μάλιστά ἐστι καὶ λέγεται θαυμαστὸν καὶ πίστει μόνῃ κατάληπτον, οὐ σοφίσμασι σοφίας ἀνθρωπίνης, ἧς τὴν μάταιαν καὶ ἀνόητον ἐν τοῖς θείοις περιέργειαν ἀποσείεται ἡ εὐσεβὴς καὶ θεοπαράδοτος ἡμῶν θρησκεία. Ἔτι αὐτὸ τὸ σῶμα καὶ αἷμα τοῦ κυρίου τὸ ἐν τῷ τῆς εὐχαριστίας μυστηρίῳ ὀφείλειν τιμᾶσθαι ὑπερβαλλόντως καὶ προσκυνεῖσθαι λατρευτικῶς. Μία γὰρ ἡ προσκύνησις τῆς ἁγίας τριάδος καὶ τοῦ σῶματος καὶ αἵματος τοῦ κυρίου. Ἔτι εἶναι θυσίαν ἀληθῆ καὶ ἱλαστικὴν προσφερομένην ὑπὲρ πάντων τῶν εὐσεβῶν ζώντων καὶ τεθνεώτων καὶ ὑπὲρ ὠφελείας πάντων, ὡς κεῖται ῥητῶς ἐν ταῖς τοῦ μυστηρίου προσευχαῖς ὑπὸ τῶν ἀποστόλων τῇ ἐκκλησίᾳ παραδοθείσαις κατὰ τὴν πρὸς αὐτοὺς διαταγὴν τοῦ κυρίου. Ἔτι καὶ πρὸ τῆς χρήσεως εὐθὺς μετὰ τὸν ἁγιασμὸν καὶ μετὰ τὴν χρῆσιν τὸ φυλαττόμενον ἐν ταῖς ἱεραῖς θήκαις πρὸς μετάληψιν τῶν ἀποδημῆσαι μελλόντων ἀληθὲς εἶναι τοῦ κρίου σῶμα, καὶ κατὰ μηδὲν διαφέρον ἑαυτου, ὥστε πρὸ τῆς χρήσεως μετὰ τὸν ἁγιασμὸν, ἐν τῇ χρήσει καὶ μετὰ τὴν χρῆσιν, εἶναι κατὰ πάντα τὸ ἀληθὲς τοῦ κυρίου σῶμα. Ἔτι τῇ μετουσίωσις λέξει οὐ τὸν τρόπον πιστεύομεν δηλοῦσθαι, καθ᾿ ὃν ὁ ἄρτος καὶ ὁ οἶνος μεταποιοῦνται εἰς τὸ σῶμα καὶ τὸ αἷμα τοῦ κυρίου,—τοῦτο γὰρ ἄληπτον πάντη καὶ ἀδύνατον πλὴν αὐτοῦ τοῦ Θεοῦ, καὶ τοῖς πιστεύουσιν ἀμάθειαν ἅμα καὶ ἀσέβειαν ἐπιφέρει—ἀλλ᾿ ὅτι ὁ ἄρτος καὶ ὁ οἶνος μετὰ τὸν ἁγιασμὸν οὐ τυπικῶς οὐδ᾿ εἰκονικῶς, οὐδέ χάριτι ὑπερβαλλούσῃ, οὐδὲ τῇ κοινωνίᾳ ἢ τῇ παρουσίᾳ τῆς θεότητος μόνης τοῦ μονογενοῦς μεταβάλλεται εἰς τὸ σῶμα καὶ αἷμα τοῦ κυρίου, οὐδὲ συμβεβηκός τι τοῦ ἄρτου καὶ τοῦ οἴνου εἰς συμβεβηκός τι τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ κατά τινα τροπὴν ἢ ἀλλοίωσιν μεταποιεῖται, ἀλλ᾿ ἀληθῶς καὶ πραγματικῶς καὶ οὐσιωδῶς γίνεται ὁ μὲν ἄρτος αὐτὸ τὸ ἀληθὲς τοῦ κυρίου σῶμα, ὁ δ᾿ οἶνος αὐτὸ τοῦ κυρίου αἷμα, ὡς εἴρηται ἀνωτέρω. Ἔτι μὴ γίνεσθαι ὑπό τινος ἄλλου τὸ τῆς ἱερᾶς εὐχαριστίας τοῦτο μυστήριον, εἰ μὴ μονον ὑπὸ ἱερέως εὐσεβοῦς καὶ ὑπὸ εὐσεβοῦς καὶ νομίμου ἐπισκόπου τὴν ἱερωσύνην λαβόντος, καθ᾿ ὃν τρόπον ἡ ἀνατολικὴ ἐκκλησία διδάσκει. Αὕτη ἐστὶν ἐν συντόμῳ ἡ τῆς καθολικῆς ἐκκλησίας καὶ περὶ τοῦ μυστηρίου τούτου δόξα καὶ ἀληθὴς ὁμολογία καὶ ἀρχαιοτάτη παράδοσις, ἣν οὐ δεῖ κολοβοῦσθαι κατ᾿ οὐδένα τρόπον ὐπὸ τῶν εὐσεβεῖν βουλομένων καὶ ἀποσειομένων τοὺς νεωτερισμοὺς καὶ τὰς βεβήλους τῶν αἰρετικῶν κενοφωνίας· ἀλλ᾿ ἀναγκαίως σώαν καὶ ἀδιάσειστον τηρεῖσθαι τὴν νομοθετηθεῖσαν παράδοσιν. Τοὺς γὰρ παραβαίνοντας ἀποποιεῖται καὶ ἀναθεματίζει ἡ καθολικὴ τοῦ Χριστοῦ ἐκκλησία.

Источник и условия: Исповедание Досифея (Иерусалимский собор 1672), греческий текст · общественное достояние · The Confession of Dositheus, Greek text (Kimmel, Monumenta fidei Ecclesiae orientalis). In: Philip Schaff, The Creeds of Christendom, vol. 2 (Harper 1877; 4th ed. rev. D. S. Schaff 1919). Digital text: Christian Classics Ethereal Library ThML edition (ccel.org/ccel/schaff/creeds2, Rights: Public Domain). · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.