Ὁμολογία Δοσιθέου
Πιστεύομεν εἰς ἕνα Θεὸν ἀληθῆ, παντοκράτορα καὶ ἀόριστον, πατέρα, υἱὸν καὶ ἅγιον πνεῦμα· τατέρα ἀγέννητον, υἱὸν γεννητὸν ἐκ τοῦ πατρὸς πρὸ αἰώνων, ὁμοούσιον αὐτῷ, πνεῦμα ἅγιον ἐν τοῦ πατρὸς ἐκπορευόμενον, πατρὶ καὶ υἱῷ ὁμοούσιον. Ταύτας τὰς τρεῖς ὑποστάσεις ἐν μιᾷ οὐσίᾳ παναγίαν τριάδα προσαγορεύομεν ὑπὸ πάσης κτίσεως ἀεὶ εὐλογουμένην, δοξαζομένην καὶ προσκυνουμένην.